Ancient Greek · ~1 min
Chapter 20
Onasander, Στρατηγικός 20.2
Not analysed yet
εἰ δὲ παρʼ ἑκατέροις ἡ τῶν ψιλῶν εἴη βοήθεια, πρῶτοι πρὸ τῆς ἐκ χειρὸς μάχης ἀκροβολιζέσθων τοῖς ἀντιπάλοις, ἢ μετὰ τὴν συμπλοκὴν τῆς φάλαγγος ἐκ πλαγίων ἐπιθέοντες ἀποχρήσθων τοῖς βέλεσιν· συνελαύνονται γὰρ εἰς ὀλίγον καὶ οὐχ ἧττον θορυβοῦνται τοῖς τοιούτοις ἀμυντηρίοις.