Ancient Greek
Book 1, lines 1.183-1.228
Oppian of Apamea, Κυνηγετικά 1.183-228
Not analysed yet
γυραλέη δειρή τελέθοι λασιαύχενος ἵππου,
ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·
πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,
καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα·
ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή·
μηροὶ δʼ εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθεν
ὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶ
καὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα,
οἷα τανυκραίροισιν ἀελλοπόδεσσʼ ἐλάφοισι·
καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ
ὕψι μάλʼ ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή.
τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ
θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος.
Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ
Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τε νέμονται.
θαῦμα δὲ Καππαδόκεσσι μέγʼ ἔδρακον ὠκυπόδεσσι·
εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα
καὶ γλαγερὸν φορέουσι δέμας, τελέθουσʼ ἀμενηνοί·
κραιπνότεροι δὲ πέλουσιν, ὅσῳ μάλα γηράσκουσι.
κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιο
αἴθωνάς τʼ ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες
ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,
θηρσί τʼ ἐνυαλίοισιν ἐναντία δηρίσασθαι.
πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος
ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν;
ἤ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν ὀπωπαῖς
αἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτῃσι,
καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον,
καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δʼ αὖτις ὀρούειν,
καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν;
πολλάκι καὶ δῆριν ἀνδρῶν ἐπελάσσατο πύργοις
ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν
ἀσπὶς ὑπέρ κεφαλῆς ἐπικάρσιον ἀσπίδʼ ἐρείδει,
ὁππότʼ ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι,
καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον,
δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δʼ αἴγλη
χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δʼ ὀπίσσω
κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ.
ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα
ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·
αἰὲν γινώσκουσιν ἐὸν φίλον ἡνιοχῆα
καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα
καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον.
ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς
καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν
ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.