Ancient Greek · ~7 min
Book 1, lines 1.229-1.275
Oppian of Apamea, Κυνηγετικά 1.229-275
Not analysed yet
ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος
Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν.
ἵππος ἐπʼ ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν,
ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν.
ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα,
καὶ χρεμέθων ποτὲ πῶλος ὑφʼ ἡνιόχοιο δόλοισι
θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα.
ἔξοχα δʼ αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον
ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν
ἄχραντοι μυσέων, καθαρῆς τʼ ἐράουσι Κυθείρης.
ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων
καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον·
τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους
ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην
καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον.
αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ
μητέρα παιδὸς ἑοῖο παρʼ ἀγκοίνῃσι βαλέσθαι.
τοὺς δʼ ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα
καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκʼ ἔπειτα
αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν,
ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.
ἄμφω μέν πρώτιστα καλύψατο βυσσοδομεύων
ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίῳ
πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γάρ δὴ
ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος·
καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο
ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις,
οἶος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε
Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο.
οἱ δʼ ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν,
λοξῇσίν τʼ ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς
ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γʼ αἶψα
αἰνόγαμος κακόλεκτρος ἀμήτορα μητέρα δειλήν,
ὕψι μάλʼ ἠέρθησαν, ἀμείλιχα φυσιόωντες,
δεσμά τʼ ἀπορρήξαντες ἴτην μεγάλα χρεμέθοντες,
οἷα θεοὺς μάκαρας μαρτυρόμενοι κακότητος,
ἀράς τʼ εὐχόμενοι πολυπήμονι νυμφευτῆρι·
ὀψὲ δὲ μυρόμενοί τε καὶ ἄσχετον ἀΐσσοντες,
ἀντιπέρην πέτρῃσιν ἑὰς κεφαλὰς ἐλόωντες,
ὀστὰ συνηλοίησαν, ἐὸν δʼ ἀπὸ φέγγος ἄμερσαν
αὐτοφόνοι, κλίναντες ἐπʼ ἀλλήλοισι κάρηνα.
ὧδε φάτις προτέροις κλέος ἵπποισιν μέγʼ ἀείδει.
ἵππων δʼ ὅσσα γένεθλʼ ἀτιτήλατο μυρίος αἶα,
ὠκύτατοι Σικελοί, Λιλυβήϊον οἵτε νέμονται
καὶ τρικάρηνον ὄρος ὅθι τοι σκέπας Ἐγκελάδοιο
πυρσοῖς αἰθερίοισιν ἐρευγομένοιο κεραυνοῦ
Σικελικῆς Αἴτνης ἀνεκάχλασεν ἀέναον πῦρ.