Ancient Greek · ~7 min
Book 1, lines 1.276-1.323
Oppian of Apamea, Κυνηγετικά 1.276-323
Not analysed yet
κραιπνότεροι Σικελῶν δὲ παρʼ Εὐφρήταο ῥέεθρα
Ἀρμένιοι Πάρθοι τε βαθυπλόκαμοι τελέθουσιν.
ἀλλʼ ἄρα καὶ Πάρθοισι μέγα προφέρουσιν Ἴβηρες,
ὠκυτέροισι πόδεσσι κροαίνοντες πεδίοιο.
κείνοισιν τάχα μοῦνος ἐναντίον ἰσοφαρίζοι
αἰετὸς αἰθερίοισιν ἐπιθύνων γυάλοισιν,
ἢ κίρκος ταναῇσι τινασσόμενος πτερύγεσσιν,
ἢ δελφὶς πολιοῖσιν ὀλισθαίνων ῥοθίοισι.
τόσσον Ἴβηρες ἔασι θοοὶ πόδας ἠνεμόεντας·
ἀλλʼ ὀλίγοι βαιοί τε μένος καὶ ἀνάλκιδες ἦτορ,
καὶ δρόμον ἐν παύροισιν ἐλεγχόμενοι σταδίοισιν·
εἴδεα δʼ ἀγλαόμορφα κλυτὸν δέμας ἀμφιέσαντο,
ὁπλὴν δʼ οὐ κρατερήν, πηλότροφον, εὐρυπέδιλον.
Μαύρων δʼ αἰόλα φῦλα πολὺ προφέρουσιν ἁπάντων
ἀμφὶ δρόμους ταναούς τε καὶ ἀμφὶ πόνους ἀλεγεινούς.
καὶ Λίβυες μετὰ τοὺς δολιχὸν δρόμον ἐκτελέουσιν,
ὅσσοι Κυρήνην πουλυψηφῖδα νέμονται.
εἴδεα δʼ ἀμφοτέροισιν ὁμοίια, πλὴν ὅσον αὖτε
μείζονες εἰσιδέειν Λίβυες κρατεροὶ γεγάασιν,
ἀλλὰ δέμας δολιχοί· πλευρῇσι γὰρ ἀμφὶς ἔχουσι
τῶν ἄλλων πλέονα σπαθίην κτένα· τοὔνεκέν εἰσι
πάσσονες εἰσιδέειν καὶ κρείσσονες ἰθὺς ὀρούειν,
ἐσθλοὶ δʼ ἠελίου φορέειν πυρόεσσαν ἐρωὴν
καί τε μεσημβρινὴν δίψους δριμεῖαν ἐνιπήν.
ἵπποι Τυρσηνοὶ δὲ καὶ ἄπλετα Κρήσια φῦλα
ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.
Μαύρων δʼ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε Πάρθοι
καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,
καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.
ἦ γάρ τοι θήρεσσιν ἐπʼ ἄλλοις ἄλλα γένεθλα
ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.
στικτοπόδεσσʼ ἐλάφοις κυανώπεας ὁπλίζοιο,
ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,
αἴθωνας δʼ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,
αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.
κάλλεϊ δʼ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος
Νησαῖος, τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·
καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ·
βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,
κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.
ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο
στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,
ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,
ἢ ὅτι πάγχυ θέλουσʼ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.
δοιὰ δʼ ἐπʼ ὠρύγγων τελέθει πολυανθέα κάλλη·
τοὶ μὲν γὰρ δειρὴν καλλίτριχά τʼ εὐρέα νῶτα
γεγράφαται δολιχῇσιν ἐπήτριμα ταινίῃσι,
τίγριες οἷα θοοί, κραιπνοῦ Ζεφύροιο γενέθλη·