Ancient Greek · ~7 min
Book 3, lines 3.48-3.92
Oppian of Apamea, Κυνηγετικά 3.48-92
Not analysed yet
φορβῆς οὐ χατέει πάντʼ ἤματα φῦλα λεόντων,
ἀλλὰ τὸ μὲν δόρποισι μέλει, τὸ δέ τʼ αὖτε πόνοισιν·
οὐδʼ ὕπνον μυχάτοισιν ἔχει παρὰ τέρμασι πέτρης,
ἀμφαδὸν ὑπνώει δέ, θρασύφρονα θυμὸν ἑλίσσων,
εὕδει δʼ ἔνθα κίχῃσιν ὑπείροχος ἑσπερίη νύξ.
ἔκλυον αὖ κἀκεῖνο λεοντοκόμων αἰζηῶν,
δεξιτερὴν ὑπὸ χεῖρα φέρειν αἴθωνα λέοντα
νάρκα θοήν, τῇ πάντα λυγοῦν ἄπο γούνατα θηρῶν.
Πεντάκι θηλυτέρη δὲ τόκων ἀπελύσατο ζώνην·
βάξις δʼ ἀτρεκέως ἀνεμώλιος, ὡς ἕνα τίκτει.
πέντε φέρει πρώτιστον· ἀτὰρ πίσυρας μετέπειτα
ὠδίνει σκύμνους, κατά θʼ ἑξείης ὑπένερθε
νηδύος ἐκ τριτάτης τρεῖς ἔκθορον· ἐκ δὲ τετάρτης
ἀμφίδυμοι παῖδες· πύματον δʼ ἕνα γείνατο μήτηρ
γαστρὸς ἀριστοτόκοιο κλυτὸν βασιλῆα λέοντα.
Πορδάλιες δʼ ὀλοαὶ δίδυμον γένος· αἱ μὲν ἔασι
μείζους εἰσιδέειν καὶ πάσσονες εὐρέα νῶτα,
αἱ δέ τʼ ὀλιζότεραι μὲν ἀτὰρ μένος οὔτι χερείους·
εἴδεα δʼ ἀμφοτέρῃσιν ὁμοίϊα δαιδάλλονται,
νόσφι μόνης οὐρῆς, τῇ τʼ ἔμπαλιν εἰσοράαται·
μείοσι μὲν μείζων τελέθει, μεγάλῃσι δὲ μείων.
εὐπαγέες μηροί, δολιχὸν δέμας, ὄμμα φαεινόν·
γλαυκιόωσι κόραι βλεφάροις ὕπο μαρμαίρουσαι,
γλαυκιόωσιν ὁμοῦ τε καὶ ἔνδοθι φοινίσσονται,
αἰθομέναις ἴκελαι, πυριλαμπέες· αὐτὰρ ἔνερθεν
ὠχροί τʼ ἰοτόκοι τε περὶ στομάτεσσιν ὀδόντες.
ῥινὸς δαιδαλέος, χροιῇ τʼ ἐπὶ παμφανοώσῃ
ἠερόεις, πυκινῇσι μελαινομένῃσιν ὀπωπαῖς.
ὠκύτατον θείει, καί τʼ ἄλκιμον ἰθὺς ὀρούει·
φαίης, ὁππότʼ ἴδοιο, διηερίην φορέεσθαι.
ἔμπης καὶ τόδε φῦλον ἐπικλείουσιν ἀοιδοὶ
πρόσθʼ ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·
τοὔνεκεν εἰσέτι νῦν οἴνῳ μέγα καγχαλόωσι,
δεχνύμεναι στομάτεσσι Διωνύσου μέγα δῶρον.
τί χρέος ἐκ μερόπων δὲ κλυτὰς ἤμειψε γυναῖκας
ἐς τόδε πορδαλίων γένος ἄγριον, αὖθις ἀείσω.
ναὶ μὴν ἄλλο θοὸν διφυὲς γένος ὠπήσαιο,
λύγγας ἀριζήλους· αἱ μὲν γὰρ ἔασιν ἰδέσθαι
τυτθαί, βαιοτέροισί τʼ ἐφωπλίσσαντο λαγωοῖς·
ταὶ δʼ ἄρα μείζονές εἰσιν, ἐπιθρώσκουσι δὲ ῥεῖα
εὐκεράοις ἐλάφοισι καὶ ὀξυτέροις ὀρύγεσσι.
μορφὴν δʼ ἀμφίδυμοι πανομοίϊον ἀμφιέσαντο·
ἶσαι μὲν βλεφάροισιν ὕπʼ ὀφθαλμῶν ἀμαρυγαὶ
ἱμερόεν στράπτουσι· προσώπατα δʼ ἀμφοτέρῃσι
φαιδρὰ πέλει βαιόν τε κάρη καὶ καμπύλον οὖας·