Ancient Greek
Book 3, lines 3.500-3.525
Oppian of Apamea, Κυνηγετικά 3.500-525
Not analysed yet
οὐδὲ μὲν ὀρνίθεσσιν ὁμοίϊος ἀμβαδὸν εὐνή,
Βάκτριον οἷα δὲ φῦλον ἔχουσιν ἀπόστροφα λέκτρα·
τίκτει δʼ ἄπλετον ᾠόν, ὅσον χαδέειν τόσον ὄρνιν,
κυκλόσε λαϊνέοις θωρησσόμενον κελύφεσσι.
πτῶκας ἀείδωμεν, θήρης ἐρίδωπον ὀπώρην.
σῶμα πέλει τυτθόν, λάσιον, δολιχώτατον οὖας,
βαιὸν ὕπερθε κάρη, βαιοὶ πόδες, οὐκ ἴσα κῶλα·
χροιὴν δʼ ἀμφιέσαντʼ ἀνομοίϊον· οἱ μὲν ἔασι
κυάνεοι δνοφεροί τε μελάμβωλον κατʼ ἄρουραν,
ξανθοὶ δʼ αὖθʼ ἕτεροι πεδίων ἐπὶ μιλτοπαρῄων·
αὐτὰρ ἐρίγληνοι χαροπὸν στράπτουσιν ὀπωπαὶ
κανθὸν ἀγρυπνίῃ κεκορυθμένον· οὔποτε γὰρ δὴ
ὕπνον ἐπὶ βλεφάροισιν ἀποβρίξαντες ἕλοντο,
δειδιότες θηρῶν τε βίην μερόπων τε θοὸν κῆρ·
νυκτὶ δέ τʼ ἐγρήσσουσι καὶ ἐς φιλότητα μέλονται·
νωλεμὲς ἱμείρουσι γάμων, ἔτι δʼ ἔγκυοι οὖσαι
οὔποτʼ ἀναίνονται πόσιος πολύθουρον ἐρωήν,
οὐδʼ ὅτε γαστρὶ φέρωσι πολύσπορον ὠκὺν ὀϊστόν·
ἔξοχα γὰρ τόδε φῦλον, ὅσʼ ἄπλετος ἔτραφεν αἶα,
πουλυγόνον τελέθει· τὸ μὲν ἄρ ποθι νηδύος ἐκτὸς
ἔμβρυον ἐκθρώσκει τετελεσμένον, ἄλλο δʼ ἔσωθεν
νόσφι τριχὸς φορέει, τὸ δʼ ἄρʼ ἡμιτέλεστον ἀέξει,
ἄλλο δʼ ἄναρθρον ἔχει θορόεν βρέφος ὠπήσασθαι·
ἑξείης τίκτει δέ, καὶ οὔποτε θῆλυς ἀναιδὴς
λήθετο μαχλοσύνης· τελέει δʼ ὅσα θυμὸς ἀνώγει,
οὐδʼ αὐταῖς ὠδῖσιν ἀνηναμένη Κυθέρειαν.