Ancient Greek · ~7 min
Book 1, lines 1.131-1.172
Oppian, Ἁλιευτικά 1.131-172
Not analysed yet
ἄλλαι δʼ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα
πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν
χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,
καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις
φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν
ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις
δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.
Ὅσσαι δʼ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,
ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,
τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι
κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ
μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,
οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι
ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.
ἄλλοι δʼ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι
φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,
ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα
εἱλεῦνται· τὸ καὶ οὔποθʼ ἑὴν λείπουσι χαράδρην,
ἀλλʼ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,
χειροτέροις ἀΐδηλον ἐπʼ ἰχθύσι πότμον ἄγοντες·
ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὅς περὶ πάντων
πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,
μίμνει δʼ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν
ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.
ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,
ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,
τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,
ἄλλοι δʼ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας
ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δʼ ἐπὶ χέρσον ἀμείβει,
ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.
εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,
αὐτὰρ ὅ γʼ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,
πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.
ὀρνίθων δʼ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι
δυσμενέες· τῶν ἤν τινʼ ἐσαθρήσῃ πελάσαντα,
πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου
προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.
οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,
ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες
σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,
σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε
σφύραιναι δολιχαὶ ῥαφίδες θʼ ἅμα τῇσιν ἀραιαί·