Ancient Greek · ~7 min
Book 1, lines 1.88-1.130
Oppian, Ἁλιευτικά 1.88-130
Not analysed yet
οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην
παυροτέρας ἀγέλας οὔτʼ ἔθνεα μείονα φέρβειν.
ἀλλʼ εἴτʼ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη
εἴθʼ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,
ἡμεῖς δʼ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.
ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης
κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·
οἱ μὲν γὰρ χθαμαλοῖσι παρʼ αἰγιαλοῖσι νέμονται,
ψάμμον ἐρεπτόμενοι καὶ ὅσʼ ἐν ψαμάθοισι φύονται,
ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τʼ ἐρυθῖνοι
καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι
τραχούρων τʼ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι
ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,
σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.
ἄλλοι δʼ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης
φέρβονται, βατίδες τε βοῶν θʼ ὑπέροπλα γένεθλα
τρυγών τʼ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,
ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τʼ ὀνίσκων
σαῦροί τε σκέπανοί τε καὶ ὅσσʼ ἐνιτέτροφε πηλοῖς.
θῖνα δʼ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι
βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδʼ ἀθερῖναι
καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε
βῶκες ὅσοις τʼ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.
Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,
λάβρακές τʼ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες
πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον
γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν
ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,
πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,
ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται
φορβὴν ἱμερτὴν γλυκερῇ θʼ ἁλὶ πιαίνονται.
λάβραξ δʼ οὐδʼ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,
ἐκ δʼ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ
ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.
πέτραι δʼ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι
φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·
τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι
φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι
καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θʼ ἁλιῆες
ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.
ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης
λεπράδες, ἅς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι
ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.