Ancient Greek · ~7 min
Book 1, lines 1.173-1.216
Oppian, Ἁλιευτικά 1.173-216
Not analysed yet
ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι
κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων
θαρσαλέοι νεπόδων καί τʼ ἀνδράσιν ἀντιφέρονται,
οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα
ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,
ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.
οἱ δʼ ἐν ἁμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,
τηλοῦ ἀπὸ τραφερῆς οὐδʼ ᾐόσιν εἰσὶν ἑταῖροι,
θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,
κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδʼ ὑπέροπλος
ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,
καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.
ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·
ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται
ἅζονται, πομπῇ δʼ ἐπεφήμισαν οὔνομα νηῶν·
ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις
ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος
ἀμφιπερισκαίροντες ἐΰξυγον ἅρμα θαλάσσης
τοίχους τʼ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ
οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·
οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλʼ ὑπὸ δεσμῷ
φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν
ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι.
τόσσον ἔρως γλαφυρῇσιν ἐφʼ ὁλκάσιν ἑσμὸν ἀγείρει.
οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τινʼ ἄνδρα
ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,
παῖδές τʼ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες
ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,
εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·
ὣς οἵ γʼ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,
ὄφρʼ οὔτις γαίης ἐλάει φόβος· ἀλλʼ ὅτε χέρσον
φράσσωνται, τραφερὴν δὲ μέγʼ ἐχθαίρουσιν ἄρουραν,
αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης
πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.
σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης
ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.
πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ
εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·
εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.
καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·
ἡ δʼ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δʼ ἰσόπηχυς,
χροιὴ δʼ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν
εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε
καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.