Ancient Greek
Book 1, lines 1.217-1.262
Oppian, Ἁλιευτικά 1.217-262
Not analysed yet
θαῦμα δʼ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο
ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο
εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν
δύσμαχος, οὐδʼ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι·
νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῇ,
λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν,
ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει,
πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδʼ ἔτι τέμνει
κῦμα καὶ ἱεμένη, κατὰ δʼ ἔμπεδον ἐστήρικται,
ἠΰτʼ ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι.
καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε,
ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη,
ῥιπῇ ἐπειγομένη, πρύμνῃ δʼ ἔπι πάντα χαλινὰ
ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης·
ἡ δʼ οὔτʼ οἰήκων ἐμπάζεται οὔτʼ ἀνέμοισι
πείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσα
μίμνει τʼ οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται,
ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα·
ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσης
δερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρῳ.
ὡς δʼ ὅτʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσαν
θηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῷ
κῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς·
ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίῃς ὀδύνῃσιν
ἀμφιπαγεῖσʼ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·
τοίην νηΐ πέδην περιβάλλεται αἰόλος ἰχθὺς
ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.
Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται
ἀθρόαι, ἄλλοτε δʼ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας
ἢ πελάγη, δολιχοῖσί τʼ ἐπέδραμον αἰγιαλοῖσιν,
αἰέν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται.
Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις
ἔμφυλοι· ταῖς δʼ οὔτι παρέστιοι αἰὲν ἔασι,
πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει
γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·
ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει
κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.
τέσσαρα δʼ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,
ξανθοί τʼ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα κελαινοί·
ἄλλους δʼ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,
οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον
ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.
δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι
φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης,
κάραβος ὀξυπαγὴς ἠδʼ ἀστακός· οἱ δὲ καὶ ἄμφω
πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται.