Ancient Greek · ~8 min
Book 1, lines 1.263-1.311
Oppian, Ἁλιευτικά 1.263-311
Not analysed yet
ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα
οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτʼ αὐτῆς
λείπεθʼ ἑκών, ἀλλʼ εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας
τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,
αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην
σπεύδων, οὐδʼ ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,
οὐδʼ ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει
καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης
κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,
τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.
ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα
πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθʼ ἐγένοντο,
στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδʼ ἄρα μούνοις
πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·
οὐδʼ ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ
φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα,
ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.
ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται
καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,
οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.
πάντες δʼ οἷσί τε κῶλον ὑπʼ ὀστράκῳ ἐστήρικται,
ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δʼ ἔνερθε
σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι,
ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,
πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,
ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται
πλησαμένων· εὖτʼ ἄν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,
οἱ δʼ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται
αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,
ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδʼ ἔτι θερμὸν
ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ
ἀρτιφύτῳ· μετὰ δʼ αὖτις ἀγειρόμενοι νόον ἤδη
βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·
τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,
ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.
ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων
ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,
πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα
τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν
ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·
ὣς οἵγʼ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις
δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.
ἄλλοι δʼ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,
πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδʼ ἁλιεῦσιν
ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ
ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης
γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,
ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι
πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.