Ancient Greek
Book 1, lines 1.312-1.353
Oppian, Ἁλιευτικά 1.312-353
Not analysed yet
τοῖς δὲ μεθʼ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων
σηπίη· ἄλλα δὲ φῦλα μετʼ οἴδμασιν ὀστρακόρινα,
πολλὰ μὲν πέτρῃσι, τὰ δʼ ἐν ψαμάθοισι νέμονται,
νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ
κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν
ὄστρεά θʼ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·
τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ
ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.
Καρκινάσιν δʼ αὐταῖς μὲν ἐπʼ ὄστρακον οὔτι πέφυκεν
ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ
τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,
ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·
εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως
ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,
αἵδʼ εἴσω καταδῦσαι ὑπʼ ἀλλοτρίοισιν ἐλύτροις
ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·
τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,
εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ
ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,
οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.
ἀλλʼ ὅτʼ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα
καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα
δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.
πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν
ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δʼ ἐλάσασα
κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετʼ αὐτή.
ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,
μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι
ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι·
ναίει μὲν ψαμάθοις, ἀνὰ δʼ ἔρχεται ἄκρον ἐς ὕδωρ
πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·
ἀλλʼ ὅτʼ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,
αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστʼ ἀκάτοιο
ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας
ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος
λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε
δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,
πομποί τʼ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.
ἀλλʼ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτʼ ἀήταις
φεύγει ἐπιτρέψας, σὺν δʼ ἔσπασε πάντα χαλινά,
ἱστία τʼ οἴηκάς τε, τὸ δʼ ἀθρόον ἔνδον ἔδεκτο
κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.