Ancient Greek · ~8 min
Book 1, lines 1.354-1.403
Oppian, Ἁλιευτικά 1.354-403
Not analysed yet
ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,
εἴτʼ οὖν ἀθανάτων τις ἐπεφράσατʼ εἴτε τις ἀνὴρ
τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,
ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον
δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας
ἐκ προτόνων, τὰ δʼ ὄπισθε χαλινωτήρια νηῶν.
κήτεα δʼ ὀβριμόγυια, πελώρια, θαύματα πόντου,
ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις
εἰσιδέειν, αἰεὶ δʼ ὀλοῇ κεκορυθμένα λύσσῃ,
πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,
ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,
παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν
ἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·
τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα
πορδάλιές τʼ ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·
ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ
πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης,
μάλθη τʼ οὐ μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι,
κριοί τʼ ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης
καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι
τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι
κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα
διπλόα καρτίστοισι μετʼ ἰχθύσι δινεύονται
πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς
κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δʼ ὁμαρτῇ
κλείονται γαλεοί· γαλεῶν δʼ ἑτερότροπα φῦλα
σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δʼ ἄρα τοῖσι
ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δʼ ἔργα
πᾶσιν ὁμοῦ φορβή τε σύν ἀλλήλοις τε νέμονται.
δελφῖνες δʼ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται
καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα
δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·
οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην
μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην
φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι
κευθομένην ἤγγειλαν· ὁ δʼ αὐτίκα κυανοχαίτης
παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.
καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,
ἀγγελίης δʼ ᾔνησεν ἐνηέας οὓς θεράποντας,
κλήρῳ δʼ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.
ἔστι δʼ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης
ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·
δηρὸν δʼ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
μίσγοντʼ ἐγχέλυές τε καὶ ἀσπισδόεσσα χελώνη
καστορίδες τʼ ὀλοαὶ δυσπενθέες, αἵ τʼ ἀλεγεινὴν
ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται
ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν
δέξηται στυγερῆς τʼ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,
οὐ τηλοῦ θανάτοιο τάχʼ ἔσσεται, ἀλλά οἱ ἄτην
καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.