Ancient Greek · ~7 min
Book 1, lines 1.624-1.669
Oppian, Ἁλιευτικά 1.624-669
Not analysed yet
τῇσι δʼ ἄρʼ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ
ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·
ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες
Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα
πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,
εἰσόκʼ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι
καὶ τόκον. ἀλλʼ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης,
νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων
χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·
οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετʼ ἀήταις,
οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τʼ ὀλοοί τε.
τοὔνεκʼ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης
αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,
κίδνανται δʼ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.
ἀλλʼ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τʼ ἀναίμων
ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα
ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι
φρακτά, τὰ δʼ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·
ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα
κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων
δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες
ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.
οἱ δʼ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν
ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,
δελφίνων δʼ οὔπω τι θεώτερον ἄλλο τέτυκται·
ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας
ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ
πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο
γυίοις· ἀλλʼ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν
ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.
εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,
αὐτίχʼ ὁμοῦ τʼ ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν
νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων
εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·
ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ
στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.
μαζὸν δʼ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ,
θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων
καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.
τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·
ἀλλʼ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι
μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης
ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,
οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδʼ ἀπολείπει,
πρίν γʼ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,
ἀλλʼ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.