Ancient Greek · ~7 min
Book 1, lines 1.670-1.714
Oppian, Ἁλιευτικά 1.670-714
Not analysed yet
οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο
τερπωλήν τʼ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι
αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ
δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·
οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι
ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο
κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·
τοὶ δʼ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδʼ ἀπάτερθεν
ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθʼ ἁπαλοῖσι
φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.
ὡς δʼ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν
ἀθρόοι, οἱ δʼ ἄρʼ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται
αἰδοῦς τε πραπίδων τε νόου τʼ ἐπιτιμητῆρες
πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·
ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες
ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ.
ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·
καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος
εἰσὶ ῥοαί· τῇ δʼ οὔτι μετʼ οἴδμασιν ἀλλʼ ἐπὶ χέρσου
λύετʼ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·
μίμνει δʼ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν
αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ
σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,
παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.
ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα
ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,
παῖδα δʼ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,
δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,
τερπωλὴν ἀκόρεστον· ὁ δʼ οὐ φρονέων περ ἕκαστα
παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·
ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ
ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.
δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται
φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,
ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν
ἰχθύσι τʼ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος
ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ
καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα
πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.
ἤδη τις κατʼ ὄρεσφιν ἐριβρύχην ἐνόησε
θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,
μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδʼ ὅ γε πυκνῆς
χερμάδος ἱπταμένης οὐδ αἰγανέης ἀλεγίζει,
ἀλλʼ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,
βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·