Ancient Greek
Book 1, lines 1.715-1.755
Oppian, Ἁλιευτικά 1.715-755
Not analysed yet
οὐδʼ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλʼ ἐπὶ παισὶν
ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο
τόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι
ἑρχθέντας θήρειον ὑπʼ αὐτοκμῆτα καλιήν.
ἤδη δʼ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ
ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,
χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,
οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τινʼ αἰδῶ
γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.
οἷον δʼ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι
μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι
κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.
καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ
ὄρθριον ἀμφὶ τέκεσσʼ, ἢ ἀηδόνος αἰολοφώνου,
ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε
μυρομέναις ἑά τέκνα, τά τε σφίσι ληΐσσαντο
ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.
ἰχθύσι δʼ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι
παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.
θαῦμα δʼ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται
τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·
ἀλλʼ ὅτε ταρβήσωσι τά τʼ ἄσπετα δείματʼ ἔασιν
ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο
αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον
γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης
ἀσπασίως τέτληκε, πάλιν δʼ ὑπεχεύατο παῖδας
σπλάγχνοις, ἂψ δʼ ἀνέηκεν, ὅτʼ ἀμπνεύσωσι φόβοιο.
τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,
ἀλλʼ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,
ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν
εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,
τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.
ἄλλοι δʼ αὖθʼ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα
δεξάμενοι ῥύονται ἅτʼ ἐς δόμον ἠὲ καλιήν·
οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκνʼ ἀγαπάζει
πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·
κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται
παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·
τοὺς δʼ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,
ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα
χάσσηται, τότε δʼ αὖτις ἀνέπτυσε λευκανίηθεν.