Ancient Greek · ~7 min
Book 1, lines 1.756-1.797
Oppian, Ἁλιευτικά 1.756-797
Not analysed yet
θύννης δʼ οὔτινʼ ἔγωγʼ ἀθεμίστερον ἔλπομαι ἰχθὺν
οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·
ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δʼ ὠδῖνα βαρεῖαν,
αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,
νηλής, ἥ θʼ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδʼ ἐόντα
ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.
ἔστι δʼ ὅσʼ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι
τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,
ὄστρεα δὴ σύμπαντα, τά γʼ ἰλύϊ τίκτεται αὐτῇ·
κείνων δʼ οὔτε τι θῆλυ πέλει γένος, οὔτʼ ἐπʼ ἀμοιβῆς
ἄρσενες, ἀλλʼ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.
ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος
οὔτινος ἐκγεγάασιν ἀφʼ αἵματος οὐδὲ τοκήων·
εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ
λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα
μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα
σίζει τʼ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,
αἱ δʼ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν
ἀθρόαι ἔκ τʼ ἐγένοντο καὶ ἔτραφον ἔκ τʼ ἐφάνησαν
μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης
οὔνομʼ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.
ἄλλαι δʼ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·
εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης
βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο
σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα
ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης
ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου
πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.
οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο
δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι
δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν
ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·
κεῖναι δʼ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,
ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης
διζόμεναι κευθμῶνας ὑποβρυχίην τʼ ἀλεωρήν,
πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.
ὡς δʼ ὁπότʼ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν
ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης
κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλʼ ἄρα πᾶσα
ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται·
ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι
φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.