Ancient Greek · ~8 min
Book 2, lines 2.1-2.47
Oppian, Ἁλιευτικά 2.1-47
Not analysed yet
ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης
πλάζονται· τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ
τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα
ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν
νόσφι θεῶν; οὐδʼ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,
οὐδʼ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα·
ἀλλʼ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,
τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δʼ ἀτίνακτος
πείθεσθαι· τὴν δʼ οὔτι τέλει σθένος οὐδέ τις ἀλκὴ
τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα
ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν·
ἀλλʼ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη
κλίνουσʼ, ᾗ κʼ ἐθέλωσιν, ὁ δʼ ἕσπεται ὅστε σαόφρων,
πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.
κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν
δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.
ἄλλος δʼ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων
ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.
Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης
πυρῶν τʼ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.
δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,
φάρεά τʼ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ
Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δʼ Ἄρηος
φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες
καὶ κόρυθες καὶ δοῦρα καὶ οἶς ἐπιτέρπετʼ Ἐνυώ.
δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.
Ἑρμείης δʼ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους
ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.
καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης
πληθύν θʼ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι
ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας
γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι
πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,
ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,
εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι,
εἴτʼ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτʼ ἄρα Φόρκυν
βέλτερον, εἴτε τινʼ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.
ἀλλʼ οἱ μὲν μάλα πάντες, ὅσοι τʼ Οὔλυμπον ἔχουσι
δαίμονες οἵ τε θάλασσαν ὅσοι τʼ ἐΰδωρον ἄρουραν
ἠέρα τʼ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν
σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ
καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς.
ἰχθύσι δʼ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,
οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι
δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ
δαίνυτʼ ἀφαυροτέρους, ἄλλῳ δʼ ἐπινήχεται ἄλλος
πότμον ἄγων, ἕτερος δʼ ἑτέρῳ πόρσυνεν ἐδωδήν.