Ancient Greek · ~7 min
Book 2, lines 2.48-2.88
Oppian, Ἁλιευτικά 2.48-88
Not analysed yet
οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται
χειροτέρους· τοῖς δʼ ἰὸν ἔχει στόμα· τοῖσι δʼ ἄκανθαι
τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,
πικραί τʼ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.
ὅσσοις δʼ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον
θήγεται ἐκ μελέων, τοῖς δʼ ἐκ φρενὸς ὅπλον ἔφυσε
βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι
πολλάκι καὶ κρατερόν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.
οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς
ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.
ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶσʼ ἀμενηνὴ
νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης
νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα
εἱλεῖται πολιοῖο διʼ ὕδατος ἑρπύζουσα·
ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή·
κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν
ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,
αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα
πήγνυται, οὐδʼ ἔτι γυῖα φέρειν δύνατʼ, ἀλλά οἱ ἀλκὴ
ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ.
ἡ δʼ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,
ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·
κεῖται δʼ ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς
ἐγχρίμψῃ λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δʼ αὕτως
ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίῃσι πεδηθείς·
ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,
γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.
πολλάκι καὶ κατὰ λαῖτμα μετʼ ἰχθύσιν ἀντιάσασα
νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν
ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν·
ἔσταν δʼ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων
δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα
οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδʼ ἀΐοντας.
οἷον δʼ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων
ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι
θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο
ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,
τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.
Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς,
αἴσχιστος δʼ ἰδέειν· στόμα δʼ οἴγεται εὐρὺ μάλιστα·
ἀλλʼ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν.