Ancient Greek · ~7 min
Book 2, lines 2.89-2.133
Oppian, Ἁλιευτικά 2.89-133
Not analysed yet
αὐτὸς μὲν πηλοῖο κατʼ εὐρώεντος ἐλυσθεὶς
κέκλιται ἀτρεμέων, ὀλίγην δʼ ἀνὰ σάρκα τιταίνει,
ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε
λεπτή τʼ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή·
τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν·
οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.
αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,
ἦκα μάλʼ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δʼ ἐφέπονται
οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι
βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες.
ὡς δʼ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,
πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,
ἄλλους δʼ ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην·
τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς,
εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος
ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν·
ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας
βάτραχος, οὐδʼ ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον.
τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι
κερδώ· ὅτʼ οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται,
δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,
ὄμματʼ ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει·
φαίης κʼ εἰσορόων ἤ μιν βαθὺν ὕπνον ἰαύειν,
ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν· ὧδε γὰρ ἄπνους
αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται·
οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἴενται
ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,
ἠΰτε κερτομέοντες· ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων
ἔλθωσιν, τότʼ ἔπειτα δόλου πετάσασα θύρετρα,
ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα
ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.
καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην
σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ
ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ
ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,
πρηνὴς ἐν ψαμάθοισιν ὑπʼ ὀστράκῳ εἰλυθεῖσα.
κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει
χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς
πείσματʼ ἐπʼ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.
Καρῖδες δʼ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ
γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,
λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν.
οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι
καρίδων, ταῖς δʼ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,
ὀλλύμεναι δʼ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.