Ancient Greek · ~7 min
Book 2, lines 2.495-2.538
Oppian, Ἁλιευτικά 2.495-538
Not analysed yet
πρῶτον ἀπʼ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ
αὖόν τʼ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.
κεῖνό ποτʼ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ
Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,
αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ
αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων
πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ
αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.
ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου
ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,
τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ.
Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ
πῆμα· τὸ δʼ οὔποτʼ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι
οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,
ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,
κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,
ὀξὺ μάλʼ ἐγχρίμπτων, χαλεπὴν δʼ ἐπὶ λύσσαν ὀρίνει,
θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δʼ ἀέκοντας
φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ
τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δʼ ἄλλῃ
κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.
πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν
ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δʼ ἅλμης
ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες
καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·
τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδʼ ἀνίησι.
καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ
οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,
οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,
οὔτʼ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες
σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς
οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι
ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει
ῥιπὴν ταυρείην, ὅτʼ ἐπιζέσῃ ὀξὺ κελεύων
βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·
πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς
εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.
καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.
δελφῖνες δʼ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν,
ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαϊῃ κομόωντες
ῥιπῇ τʼ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν
ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς
ὀξύτατον· καί πού τινʼ ὑποπτήσσοντα χαράδραις
καί τινʼ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.