Ancient Greek · ~7 min
Book 2, lines 2.539-2.581
Oppian, Ἁλιευτικά 2.539-581
Not analysed yet
ὅσσον γὰρ κούφοισι μετʼ οἰωνοῖσιν ἄνακτες
αἰετοὶ ἢ θήρεσσι μετʼ ὠμηστῇσι λέοντες,
ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,
τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.
τοῖς δʼ οὔτʼ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην
ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δʼ ἄνακτος
τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.
οἱ δʼ ὁπότʼ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,
πάντʼ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,
παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο
πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι
στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ
πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κʼ ἐθέλῃσι,
κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.
ἀλλʼ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται
ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδʼ ἀλέγουσι
δελφίνων, μοῦναι δὲ κατʼ ἀντία δηριόωνται.
ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες
ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες
ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,
οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.
εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπʼ ἄλλων
δελφίνων ἀγέλης, οἱ δʼ ἀθρόαι ἄλλοθεν ἄλλαι,
ἠΰθʼ ὑπʼ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕνʼ ἰοῦσαι
στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστʼ ἐπὶ πύργον
δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.
δελφὶς δʼ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου
πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δʼ ἔσσυται, ἄλλοτε ἄλλην
ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.
ἀλλʼ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες
πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,
δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·
ἔγνω δʼ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος
ἑρχθεὶς δυσμενέεσσι· πόνος δʼ ἀναφαίνεται ἀλκῆς.
αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι
δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·
πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,
πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων
γλαυκῶν, αἱ δʼ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,
πολλαὶ δʼ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,
ἄλλαι δʼ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δʼ ὑπένερθε
νηδύν, αἱ δʼ ἄρʼ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,
ἄλλαι δʼ ἐκ λοφιῆς, αἱ δʼ αὐχένος ᾐώρηνται.