Ancient Greek · ~8 min
Book 3, lines 3.306-3.354
Oppian, Ἁλιευτικά 3.306-354
Not analysed yet
τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα
ὦμοί τʼ αὐχένιοί τε παρασφύριοί τε τένοντες
ἀλκῇ κυμαίνουσι καὶ ἠνορέῃ τανύονται·
αὐτὰρ ὅ γʼ ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,
ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι,
ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους
ἐμπίπτειν ἐλάτῃσι· διωκομένης δʼ ἀκάτοιο
ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῇ·
κλάζει δʼ ὁρμιή, χειρὸς δʼ ἀπολείβεται αἷμα
πριομένης· ὁ δʼ ἄρʼ οὔτι βαρύν μεθίησιν ἀγῶνα.
ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν
ἅμματʼ ἐπʼ ἀλλήλοισι τιταινόμενοι βιόωνται
ἑλκῦσαι, ῥιπῇσιν ὀπισθοφόροις ἐρύοντες,
δηρόν τʼ ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες
ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται·
ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,
τοῦ μὲν ἀπαΐξαι, τοῦ δʼ ἑλκέμεν ἱμείροντος.
οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι
ἀνθίαι ἀλλʼ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,
ἄφρονες, οὐδʼ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.
πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι
ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.
ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
πυκναῖς τʼ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ·
εἰ δʼ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα
ἐλεύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.
πολλάκι δʼ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας
ὁρμιήν, ἀπὸ δʼ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.
τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη
ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι
πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.
ἄλλους δʼ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας
ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε.
κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,
τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,
ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω
γαστήρ τʼ εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης
πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω
ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.
ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης
δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δʼ ὀδμὴ
κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,
οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα
δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα
κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν
ἐντίθεται· τοὺς δʼ αἶψα δυσώνυμος ἐντὸς ἀγείρει
γαστήρ, ἄλλον δʼ ἄλλος ἄγει σύνδορπον ἑταῖρον.