Ancient Greek · ~8 min
Book 4, lines 4.142-4.189
Oppian, Ἁλιευτικά 4.142-189
Not analysed yet
ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλον
εἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες·
αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας
κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην,
ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας.
σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης·
οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιο
ἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες,
ἀλλʼ αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴην
ἐν ῥοθίοις· αἱ δʼ εὖτʼ ἂν ἀπόπροθεν ἀθρήσωσιν,
αἶψα μάλʼ ἀντιόωσι, περιπλέγδην δʼ ἐνέχονται
ἐμφύμεναι σπείρῃσιν, ἅτε ξείνηθεν ἰδοῦσαι
παρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆρα
ἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα·
ἠὲ νέον ζεύγλῃσιν ὑπʼ εὐναίης Ἀφροδίτης
κούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῷ
νυμφίον ἀμφέπλεξεν, ἐπʼ αὐχένι πάννυχα δεσμὰ
ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα·
ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονται
ἀλλήλαις· οὐδέ σφι μεθίεται ἔργον ἔρωτος,
εἰσόκεν ἐξερύσωσιν ἐπὶ σκάφος ἀσπαλιῆες·
αἱ δʼ ἔτι συμπεφύασι, πόθῳ δʼ ἅμα πότμον ἕλοντο.
τὰς μὲν καὶ κύρτοισι παρήπαφον εἴαρος ὥρῃ·
κύρτους γάρ σκιάσαντες ὑπὸ πτόρθοισι μυρίκης
ἢ κομάρου πετάλοισι τεθηλόσιν ἠὲ καὶ ἄλλῃ
λάχνῃ, ἐπʼ ἠϊόνεσσι πολυψαμάθοισιν ἔθηκαν·
αἱ δʼ ἅμα μὲν γενεῆς κεχρημέναι ἠδὲ καὶ εὐνῆς
κύρτον ἔσω σπεύδουσι καὶ ἥμεναι ἐν πετάλοισιν
αὐτοῦ μέν παύσαντο πόθου, παύσαντο δὲ δειλῆς
ζωῆς, ἀγρευτῆρσιν ἀνελκόμεναι πινυτοῖσιν.
ἔξοχα δʼ ἐκ πάντων νεπόδων ἀλγεινὸν ἔρωτα
κόσσυφος ἀθλεύει, κίχλῃς δʼ ἐπιδαίεται ἦτορ,
οἴστρῳ τε ζήλῳ τε, βαρύφρονι δαίμονι, θύων.
κοσσύφῳ οὔτʼ εὐνὴ μία σύννομος, οὐ δάμαρ οἴη,
οὐ θάλαμος, πολλαὶ δʼ ἄλοχοι, πολλαὶ δὲ χαράδραι
κεκριμέναι κεύθουσιν ἐφέστια λέκτρα γυναικῶν·
τῇσιν ἀεὶ πᾶν ἦμαρ ὑπὸ γλαφυροῖσι μυχοῖσι
κίχλαι ναιετάουσιν, ἀλίγκιαι ἀρτιγάμοισι
νύμφαις, ἃς οὐκ ἄν τις ἴδοι θαλάμοιο πάροιθεν
ἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς·
ὣς αἵ γʼ ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστη
αἰεὶ δηθύνουσιν, ὅπῃ πόσις αὐτὸς ἀνώγει.
κόσσυφος αὖ πέτρῃσι παρήμενος οὔποτε λείπει,
αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτʼ ἄλλῃ
τέτραπται, πᾶν δʼ ἦμαρ ἑλίσσεται, ἄλλοτε δʼ ἄλλους
παπταίνει θαλάμους καί οἱ νόος οὔτʼ ἐπὶ φορβὴν
στέλλεται οὔτε τινʼ ἄλλον ἔχει πόνον, ἀλλʼ ἐπὶ νύμφαις
μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·