Ancient Greek · ~8 min
Book 4, lines 4.93-4.141
Oppian, Ἁλιευτικά 4.93-141
Not analysed yet
εὖτε γὰρ ἀγρομένους τε καὶ ἄσχετα μαιμώοντας
θηλείης ἐπὶ λύσσαν ἴδῃ νόος ἀσπαλιῆος,
ἐν κύρτῳ κατέθηκεν ὁμοῦ λίνον ἠδὲ μόλιβδον,
ὃς σκάρον ἐμβαρύθων εἴσω σπάσεν· οἱ δʼ ἄρʼ ὁμαρτῆ,
ὡς ἴδον, ὡς ἐκέχυντο παραφθαδόν, Ἄϊδος ἕρκος
πλεκτὸν ἐπισπεύδοντες, ἐπειγομένοις δὲ λόχοισι
στείνονται προβολαί τε λύγων καὶ χάσμα πυλάων
ἀργαλέον· τοῖοι γὰρ ἐπισπέρχουσι μύωπες.
ὡς δὲ ποδωκείης μεμελημένοι ἄνδρες ἀέθλων,
στάθμης ὁρμηθέντες ἀπόσσυτοι, ὠκέα γυῖα
προπροτιταινόμενοι, δολιχὸν τέλος ἐγκονέουσιν
ἐξανύσαι· πᾶσιν δὲ πόθος νύσσῃ τε πελάσσαι
νίκης τε γλυκύδωρον ἑλεῖν κράτος ἔς τε θύρετρα
ἀΐξαι καὶ κάρτος ἀέθλιον ἀμφιβαλέσθαι·
τόσσος ἔρως καὶ τοῖσιν ἐς Ἄϊδος ἡγεμονεύει
ἐσθορέειν κευθμῶνας ἀνοστήτοιο λόχοιο.
κύντατα δʼ ἐς φιλότητα καὶ ὕστατον οἶστρον ἔχοντες
αὐτόμολοι πιμπλᾶσιν ἐφίμερον ἀνδράσιν ἄγρην.
ἄλλοι δʼ αὖ θήλειαν ἔσω κύρτοιο κελαινοῦ
ζωὴν ἐγκαθιέντες ὑπὸ σπιλάδεσσι τίθενται
κείναις, ᾗσι μέλει γλαγόεις σκάρος· οἱ δʼ ὑπʼ ἔρωτος
αὔρῃ θελγόμενοι φιλοτησίῃ ἀμφαγέρονται,
ἀμφί τε λιχμάζουσι καὶ ἐξερέουσιν ἁπάντῃ
μαιόμενοι κύρτοιο κατήλυσιν· αἶψα δʼ ἵκοντο
εἰσίθμην εὐρεῖαν ἀνέκβατον ἕρκος ἔχουσαν,
ἐς δʼ ἔπεσον ἅμα πάντες ὁμιλαδόν, οὐδέ τι μῆχος
ἐκδῦναι, στυγερὴν δὲ πόθων εὕροντο τελευτήν.
ὡς δέ τις οἰωνοῖσι μόρον δολόεντα φυτεύων
θήλειαν θάμνοισι κατακρύπτει λασίοισιν
ὄρνιν, ὁμογλώσσοιο συνέμπορον ἠθάδα θήρης·
ἡ δὲ λίγα κλάζει ξουθὸν μέλος, οἱ δʼ ἀΐοντες
πάντες ἐπισπέρχουσι, καὶ ἐς βρόχον αὐτοὶ ἵενται,
θηλυτέρης ἐνοπῇσι παραπλαγχθέντες ἰωῆς·
τοῖς κεῖνοι κύρτοιο πέσον λαγόνεσσιν ὁμοῖοι.
τοίην δʼ αὖ κεφάλοισιν ἔρως περιβάλλεται ἄτην·
καὶ γὰρ τοὺς θήλεια παρήπαφεν ἐν ῥοθίοισιν
ἑλκομένη· θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα·
ὧδε γὰρ εἰσορόωντες ἀπείρονες ἀμφαγέρονται·
κάλλεϊ δʼ ἐκπάγλως βεβιημένοι οὐκ ἐθέλουσι
λείπεσθαι, πάντῃ δὲ πόθων ἴϋγγες ἄγουσι
θαλπομένους, εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοις
χέρσον ὑπεξερύων θῆλυν δόλον· οἱ δʼ ἐφέπονται
ἀθρόοι, οὔτε δόλων μεμνημένοι οὔθʼ ἁλιήων·
ἀλλʼ ὥστʼ ἠΐθεοι περικαλλέος ὄμμα γυναικὸς
φρασσάμενοι πρῶτον μὲν ἀποσταδὸν αὐγάζονται,
εἶδος ἀγαιόμενοι πολυήρατον, ἄγχι δʼ ἔπειτα
ἤλυθον, ἐκ δʼ ἐλάθοντο καὶ οὐκέτι κεῖνα κέλευθα
ἔρχονται τὰ πάροιθεν, ἐφεσπόμενοι δὲ γάνυνται
θελγόμενοι λιαρῇσιν ὑπὸ ῥιπῇς Ἀφροδίτης·