Ancient Greek · ~8 min
Book 4, lines 4.466-4.514
Oppian, Ἁλιευτικά 4.466-514
Not analysed yet
ὣς αἵ γʼ ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαι
ἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος.
ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος,
ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται
ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασιν
ἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε,
πάντα δʼ ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαι
σωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν,
ἠΰτʼ ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι·
οὐδέ κε μητίσαιο διάκρισιν εὐρέος ἐσμοῦ
οὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήλῃσιν ἔχονται.
πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτʼ ἔκελσαν
κείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖς
κληΐδων ἐλατῆρες, ἐνέσχετο δʼ ἱεμένη περ
κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα·
καί πού τις βουπλῆγα βαρύστομον ἰθὺς ἀείρας
ἐγγραύλεις ἐτίναξε καὶ οὐ διέκερσε σιδήρῳ
στῖφος ἅπαν, βαιὴν δʼ ἀγέλης ἀπεδάσσατο μοῖραν·
καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δʼ ἐκόλουσεν
οὐρῆς, τὴν δʼ ἤμησε μέσην, τὴν δʼ εἷλεν ἅπασαν.
οἰκτρὸν ἰδεῖν μογεροῖσιν ἐοικότα σώματα νεκροῖς.
αἱ δʼ οὐδʼ ὣς ἐλάθοντο καὶ οὐκ ἀνέηκαν ἔχουσαι
δεσμὸν ἑόν· τοῖός τις ἐπί σφισι γόμφος ἄρηρε.
καί κέν τις παλάμῃσιν ἅτε ψαμάθοιο βαθείης
ἀντιάσας κείνῃσιν ἐπʼ ἰχθύσιν ἀμήσαιτο.
τὰς δʼ ὁπότε φράσσωνται ἐπί σφισι πεπτηυίας
ἰχθυβόλοι, κοίλῃσι περιπτύσσουσι σαγήναις
ἀσπασίως, πολλὴν δὲ ποτὶ ῥηγμῖνας ἄγουσιν
ἄγρην νόσφι πόνοιο καὶ ἄγγεα πάντʼ ἀφύῃσιν
ἔν τʼ ἀκάτους ἔπλησαν, ἐπʼ ἠϊόσι δὲ βαθείαις
θημῶνας νήησαν, ἀπειρεσίην χύσιν ἄγρης.
οἷον δʼ ἐργατίναι Δηοῦς πόνον ἐκτελέσαντες,
πνοιῇς χερσαίοις τε διακρίναντες ἐρετμοῖς
καρπόν, ἐϋτροχάλοιο μέσον κατὰ χῶρον ἀλωῆς
πολλὸν ἐνηήσαντο, περιπλήθουσα δὲ πάντῃ
πυροδόκος στεφάνη λευκαίνεται ἔνδον ἀλωῆς·
ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀφύῃσιν
ὀφρὺς ἀγχιάλου λευκαίνεται αἰγιαλοῖο.
φῦλα δὲ πηλαμύδων ἐκ μὲν γένος εἰσὶ θαλάσσης
Εὐξείνου, θύννης δὲ βαρύφρονος εἰλείθυιαι·
κεῖναι γάρ, Μαιῶτις ὅπῃ ξυμβάλλεται ἅλμῃ,
ἀγρόμεναι λιμναῖον ὑπὸ στόμα καὶ δονακῆας
ὑδρηλοὺς ὠδῖνος ἐπαλγέος ἐμνήσαντο·
καὶ τὰ μὲν ὅσσα κίχωσι μεταδρομάδην κατέδουσιν
ὠά, τὰ δʼ ἐν δονάκεσσι καὶ ἐν σχοίνοισι μένοντα
πηλαμύδων ἀγέλας ὥρῃ τέκεν· αἱ δʼ ὅτε κῦμα
πρῶτον ἐπιψαίρωσι πόροιο τε πειρήσωνται,
ξεῖνον ἁλὸς σπεύδουσι μετὰ πλόον, οὐδʼ ἐθέλουσι
μίμνειν ἔνθʼ ἐγένοντο καὶ ἠβαιαί περ ἐοῦσαι.