Ancient Greek · ~8 min
Book 4, lines 4.515-4.559
Oppian, Ἁλιευτικά 4.515-559
Not analysed yet
Θρηΐκιος δέ τίς ἐστιν ἁλὸς πόρος, ὅντε βάθιστον
φασὶ Ποσειδάωνος ἐνὶ κλήροισι τετύχθαι·
ἐκ τοῦ καί τε Μέλας κικλήσκεται, οὐδέ ἑ λάβροι
λίην οὐδʼ ὑπέροπλοι ἐπιθρώσκουσιν ἀῆται·
ἐν δʼ ἄρα οἱ κευθμῶνες ὑποβρύχιοι πεφύασι
κοῖλοι, πηλώεντες, ἀθέσφατοι, οἷς ἔνι πολλὰ
τίκτεται, ἠβαιοῖσιν ὅσʼ ἰχθύσι δαῖτας ὀφέλλει.
ἔνθα καὶ ἀρτιγόνοισι πέλει πρώτιστα κέλευθα
πηλαμύδων ἑσμοῖσιν, ἐπεὶ περιώσιον ἄλλων
εἰναλίων φρίσσουσι δυσαέα χείματος ὁρμήν·
χεῖμα δὲ πηλαμύδεσσιν ἀπαμβλύνει φάος ὄσσων.
ἔνθα δʼ ἐν εὐρωποῖσιν ἁλὸς λαγόνεσσι πεσοῦσαι
αὔτως δηθύνουσιν, ἀεξόμεναι δὲ μένουσι
λαρὸν ἔαρ· τῇ δέ σφι καὶ ἵμερος ἄνεται εὐνῆς·
πλησάμεναι δὲ τόκοιο παλίμποροι αὖτις ἵενται
πατρῷον μετὰ κῦμα, μόγον δʼ ἀπὸ γαστρὸς ἔθεντο.
τὰς δʼ ἤτοι Μέλανος μὲν ὑπὲρ βαθὺ λαῖτμα πόροιο
Θρήϊκες ἀγρώσσουσιν ἀπηνέϊ χείματος ὥρῃ,
θήρην ἀργαλέην καὶ ἀτερπέα, δηϊοτῆτος
θεσμὸν ὑφʼ αἱματόεντα καὶ ἄγριον αἶσαν ὀλέθρου.
ἔστι τις οὐ δολιχὴ μὲν ἀτὰρ πάχος ὅττι μεγίστη,
μῆκος ὅσον πῆχυς, στιβαρὴ δοκίς· ἐν δέ οἱ ἄκρῃ
πολλὴ μὲν μολίβοιο χύσις, πολλαὶ δὲ σιδήρου
αἰχμαὶ τριγλώχινες ἐπασσύτεραι πεφύασι·
πεῖσμα δέ μιν περίμηκες ἐΰπλοκον ἀμφιβέβηκε.
δουρὶ δʼ ἀναπλώσαντες, ἁλὸς πόρος ἔνθα βάθιστος,
ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθε
πυθμένος εἰλατίνου κρατερὸν σθένος· αἶψα δὲ ῥιπῇ
σπερχόμενον, μολίβῳ τε καταρρεπὲς ἠδὲ σιδήρῳ,
σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθʼ ἀμενηναῖς
πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις·
σὺν δʼ ἕλε σύν τʼ ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον.
οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῷ
παλλομένας ἐλεεινὰ σιδηρείῃς ὀδύνῃσι.
τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ
οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο·
τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή,
τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δʼ ὑπὲρ οὐρὴν
οὔτασται, νηδὺν δʼ ἑτέρης, ἄλλης δʼ ἕλε νῶτα
δριμὺς ἄρης, ἄλλη δὲ μέσον κενεῶνα πέπαρται.
ὡς δʼ ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ,
δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντες
εὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροι
μυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶν
ἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος·