Ancient Greek
Book 4, lines 4.560-4.606
Oppian, Ἁλιευτικά 4.560-606
Not analysed yet
ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντῃ,
εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.
ἄλλοι δʼ αὖ κούφοισι λίνοις ἕλον ἔθνε’ ἀφαυρῶν
πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ
ἐμπίπτῃ, τρομέουσι, φόβον δʼ ὀρφναῖον ἔχουσιν·
ὄρφνῃ δʼ ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος.
δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν
κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς
νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·
αἱ δʼ ὑπό μαρμαρυγῆς ταχυήρεος ἠδʼ ὁμάδοιο
φυζαλέαι θρώσκουσι, λίνου δʼ εἰς κόλπον ἵενται
ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,
νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν.
ἔνθʼ οἱ μὲν σχοίνοισιν ἐπισπέρχουσʼ ἑκάτερθε,
δίκτυον ἐξερύοντες ἐπʼ ᾐόνας· αἱ δʼ ὁρόωσαι
σχοίνους κινυμένας, ἀνεμώλια δείματʼ ἔχουσαι,
εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.
πολλά κεν ἀγραίοισι τότʼ ἀρήσαιτο θεοῖσι
δικτυβόλος, μήτʼ οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,
μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται
πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο
ἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην.
εἰ δʼ οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει,
πολλάκι καὶ τραφερῆς ὑπὲρ ᾐόνος ἑλκυσθεῖσαι
ἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλʼ ἐνέχονται,
αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι.
ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρες
εἷλον ἀναλκείην ἐλάφων εὐαγρέϊ τέχνῃ,
μηρίνθῳ στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφων
ὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δʼ ἐσορῶσαι
ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαι
μαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν,
εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι.
καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργων
νόσφι δόλου παλάμῃσιν ἐπαΐξας ἕλεν αὐταῖς
ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης,
σαργόν τε τρέσσαντα φόβῳ δειλήν τε σκίαιναν.
σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμης
εἰλόμενοι πτήσσουσιν, ἐπʼ ἀλλήλαις δὲ κέχυνται,
δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δʼ ἀκάνθαις
νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντῃ
φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς
ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις
ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·
ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,
οὐδʼ ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ
πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.