Ancient Greek · ~7 min
Book 4, lines 4.607-4.653
Oppian, Ἁλιευτικά 4.607-653
Not analysed yet
ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντου
ἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ
σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·
χεῖρα δʼ ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας
ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·
οἱ δʼ αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν
ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν·
ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας
αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον.
πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,
ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην
χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,
ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς
φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν
δεξάμενον ῥύσαιτο, κάρη δʼ ἄρα δίζεται οἶον
φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε
ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.
ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος
βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον
μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθʼ ὁράασθαι
ἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ
δαρδάψῃ· τῆς δʼ ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον
ἀγκλινει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.
τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον
νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·
ὣς ἀταλὴ μελέῃσιν ὑπʼ ἐλπωρῇσι σκίαινα
κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν
ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.
τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης
δήνεα, καὶ τόσσοισιν ἐπʼ ἰχθύσι πικρὸν ὄλεθρον·
τοὺς δʼ ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει
κύρτων τʼ ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο
ῥιπῆς τε τριόδοντος, ὅσʼ ἀνδράσιν ἔντεα τέχνης.
τοὺς μὲν ὑπηματίους, τοὺς δʼ ἕσπερος εἷλε δαμέντας,
εὖτʼ ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες
πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,
ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.
ἔνθʼ οἱ μέν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες
ἀμφʼ ἀκάτῳ θύνουσι, κακὸν δʼ ἴδον ἑσπέριον πῦρ,
ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.
ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι
φαρμάκταις, οἳ λυγρὸν ἐπʼ ἰχθύσι μητίσαντο
φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.
οἱ δʼ ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι
κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν
εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον
κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·