Ancient Greek · ~6 min
Book 4, lines 4.654-4.693
Oppian, Ἁλιευτικά 4.654-693
Not analysed yet
ἔνθʼ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,
τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ
δίκτυα κυκλώσαντες, ἅτʼ ἀνδράσι δυσμενέεσσι
διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.
καὶ τότʼ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας
ῥίζαν θʼ, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,
μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·
πόντῳ δʼ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δʼ ἄρʼ αὐταῖς
κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακʼ ἄλειψε
χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.
καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα
δέξατο ναῦς· τοὺς δʼ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ
πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δʼ ὄσσε
καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται
μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται
ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα
πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.
οἱ δʼ ὥστʼ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,
πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι
λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι
σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·
ἀλλʼ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδʼ ἀλεωρή·
πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται
τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ
ὀλλυμένων φύσημα, τό τʼ ἰχθύσιν ἔπλετο δειλοῖς
οἰμωγή· τοὶ δʼ ἐκτὸς ἐπʼ ἄλγεσιν ἀσπαλιῆες
τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ
πόντον ἕλῃ, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦ
παύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν.
καὶ τότʼ ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλον
ξυνῷ τεθνηῶτας ὁμοῦ λωβήτορι πότμῳ.
ὡς δʼ ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα,
φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδʼ ἀνιεῖσι
πήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρ
κρηνάων φάρμαξαν ὀλέθριον· οἱ δʼ ἐπὶ πύργοις
λιμῷ τʼ ἀργαλέῳ καὶ ὀϊζύϊ μοχθίζοντες
ὕδατί τʼ ἐχθοδοπῷ στυγερὸν καὶ ἀεικέα πότμον
ὄλλυνται, νεκύων δὲ πόλις πέπληθεν ἅπασα·
ὣς οἱ λευγαλέῳ τε μόρῳ καὶ ἀδευκέϊ πότμῳ
ἀνδράσι φαρμάκτῃσιν ὑποδμηθέντες ὄλοντο.