Ancient Greek · ~7 min
Book 5, lines 5.1-5.45
Oppian, Ἁλιευτικά 5.1-45
Not analysed yet
ἔνθεν ἔπειτʼ ἀΐων τεκμαίρεο, κοίρανε γαίης,
ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ
μητρὶ καμεῖν, οὐ κόλπον ἀνʼ εὐρώεντα θαλάσσης·
ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην
ἀνθρώπους ἀνέφυσε, χερείονα δʼ ὤπασεν ἀλκήν,
εἴτʼ οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς,
ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν
ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ,
εἴτʼ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα
Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν
νόσφι θεῶν· μούνοισι δʼ ὑπείξομεν ἀθανάτοισιν.
ὅσσους μὲν κατʼ ὄρεσφι βίην ἄτρεστον ἔχοντας
θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα
οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα
εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα
ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδʼ ἐσάωσεν
αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν
θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ
κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δʼ ἔθηκαν
οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.
κήτεα δʼ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις
ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν
τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν
καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.
ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τινʼ ἀλκὴν
οὐδʼ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ
οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.
εἰσὶ δʼ ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν
εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.
πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης
αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι,
πολλῷ δʼ ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι
κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης
κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ.
τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι
λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή,
ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις;
φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι
ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι
δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα.
ἀλλʼ ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν
ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δʼ ἁλιήων
ὄλλυνται, κήτειον ὅτʼ ἐς μόθον ὁρμήσωνται.
τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλʼ ἀΐοιτε
εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης.