Ancient Greek · ~7 min
Book 5, lines 5.46-5.88
Oppian, Ἁλιευτικά 5.46-88
Not analysed yet
κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι
πλεῖστά τε καὶ περίμετρα· τὰ δʼ οὐκ ἀναδύεται ἅλμης
δηθάκις, ἀλλʼ ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης
βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ
αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς
μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ,
ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον
ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ
ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ
πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι.
πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα
ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα
γείτονος Ὠκεανοῖο λελοιπότʼ ἀθέσφατον ὕδωρ
εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.
πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει
ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο.
πᾶσι δʼ ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης
νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα·
οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν
πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν
ἠλιβάτοις, μάλα δʼ ὀψὲ κυλινδόμενοι φορέονται.
τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς
φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή,
ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει
σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα.
κήτει δʼ ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος
πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κʼ ἐθέλῃσι
ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ
πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δʼ αὐτοῦ
στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν
οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τινʼ ἄγρην
ἐστὶν ἑλεῖν, εἴτʼ οὖν τι κορύσσεται ἐγγύθι πῆμα,
εἴτʼ ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν
βέλτερον· αὐδήεσσα δʼ ὅπως ἐνδείκνυται οὐρὴ
πάντα μάλʼ ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος·
κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς
θηρὶ πέλει· κείνῳ δʼ ἀΐει, κείνῳ δὲ δέδορκεν,
ἡνίʼ ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν.
ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,
φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων,
τὸν δʼ ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα
ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις
χεῖρʼ ὀρέγων καί πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων·