Ancient Greek · ~7 min
Book 5, lines 5.365-5.409
Oppian, Ἁλιευτικά 5.365-409
Not analysed yet
ἔξοχα δʼ ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι
λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα·
ἔξοχα δʼ ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι
ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον
αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·
πολλάκι δʼ ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες
κύρτοις τʼ ἐμπελάσαντες ἐδηλήσανθʼ ἁλιεῦσιν
ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες.
τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς,
πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης,
ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας.
Φώκῃ δʼ οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ
τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν
ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος·
ἀλλʼ ὅτʼ ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται
φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες,
δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν
δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν
οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη
δίκτυα, ῥηϊδίως δὲ βίῃ τʼ ὀνύχων θʼ ὑπʼ ἀκωκαῖς
ῥήξει τʼ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ
εἰλομένοις, μέγα δʼ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.
ἀλλʼ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,
ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι
δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες
ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος
ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.
ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι
θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.
τάων δʼ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων
ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι·
εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν
ὕπτιον ἀνστρέψειεν ἐπʼ ὄστρακον, οὐκέτι κείνη
πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·
ὕψι δʼ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα
ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δʼ ἔχει ἀγρευτῆρας.
τὴν δʼ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,
ἄλλοτε δʼ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.
ὡς δʼ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον
ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δʼ ἐπὶ νῶτα
κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,
ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ
πυκνὸν ἐπασπαίρουσα, γέλως δʼ ἔχει ὅς κεν ἴδηται,
ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ
ἐμφέρεται λωβητὸν ὑπʼ ἀνδράσιν ἰχθυβόλοισι.