Ancient Greek · ~7 min
Book 5, lines 5.410-5.457
Oppian, Ἁλιευτικά 5.410-457
Not analysed yet
πολλάκι δʼ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων
ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα
ἐς πόντον φορέει, τὴν δʼ οὐκέτι καὶ μεμαυῖαν
κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει
ὕψι μάλʼ ἱεμένην νεάτης ἁλός· οἱ δʼ ἐσιδόντες
ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.
δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι
κεῖνος ἔτʼ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν
εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,
ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.
ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι
δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·
ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι
Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης
κέχρηνται, μέγα δʼ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.
ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην
ἄγρην εὐθήρητον ἐπʼ ἰχθύσιν ὡπλίσσαντο
νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·
εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν
ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,
ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δʼ ἐφέπονται
δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.
ἔνθʼ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται
ἰχθύες, οἱ δʼ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ
δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν
τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,
πυκνὸν ἐπιθρώσκοντες, ἅτʼ ἀνδράσι θηρητῆρσι
θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.
τοὺς δʼ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες
ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.
τοῖσι δʼ ἄφυκτα κέλευθα, διορχεῦνται δʼ ἐνὶ πόντῳ,
καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.
ἀλλʼ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,
δὴ τότʼ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες
μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·
οἱ δʼ οὐκ ἠνήναντο, πόρον δʼ εὐαγρέα μοῖραν
ἀσπασίως· ἤν γάρ τις ὑπερφιάλως ἀλίτηται,
οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπʼ ἄγρην.
καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ
ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ
κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,
ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων
Ταιναρίῃ τʼ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.
καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,
τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα
δελφίς, σὺν δʼ ἤθυρε παρʼ ᾐόσι, καὶ κελαδεινῇ
τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς
μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τʼ ἀφικέσθαι.