Ancient Greek · ~8 min
Book 5, lines 5.458-5.504
Oppian, Ἁλιευτικά 5.458-504
Not analysed yet
ἀλλʼ οὐδʼ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται
Αἰολίς· οὔτι παλαιόν, ἐφʼ ἡμετέρῃ δὲ γενέθλῃ·
δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο·
νήσῳ δʼ ἐνναίεσκεν, ἀεὶ δʼ ἔχε ναύλοχον ὅρμον,
ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῷ,
ἀλλʼ αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ,
σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς
σύντροφος· ἀλλʼ ὅθʼ ἵκοντο τέλος γυιαλκέος ἥβης,
καί ῥʼ ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντῳ
ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν,
δή ῥα τότʼ ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδʼ ἐπίελπτον
θάμβος ἔην ξείνοισι καὶ ἐνναέτῃσιν ἰδέσθαι·
πολλοὺς δʼ ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας,
ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους·
πολλαὶ δʼ ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπʼ ἦμαρ
ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι.
ἔνθʼ ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν
ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομʼ ἀΰσας
κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης·
δελφὶς δʼ ἠΰτʼ ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν,
κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε,
σαίνων τʼ οὐραίῃ κεφαλήν τʼ ἀνὰ γαῦρος ἀείρων,
παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν
ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον
ἀμφαγαπαζόμενος, τοῦ δʼ ἵετο θυμὸς ἱκέσθαι
αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλʼ ὅτʼ ἐς ἅλμην
κοῦφα κυβιστήσειεν, ὃ δʼ ἐγγύθι νήχετο κούρου,
αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων,
αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ
ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα
κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν
ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ.
ἀλλʼ ὅτε καὶ πελάσειε παρʼ ᾐόσιν, αὐτίκα κοῦρος
ἁψάμενος λοφιῆς διερῶν διερῶν ἐπεβήσατο νώτων·
αὐτὰρ ὅ γʼ ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ
δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο
ἤλαεν, εἴτʼ ἄρα πόντον ἐπʼ εὐρέα τῆλε κελεύοι
στέλλεσθʼ, εἴθʼ αὔτως λιμένος διὰ χῶρον ἀμείβειν,
ἢ χέρσῳ πελάειν, ὁ δʼ ἐπείθετο πᾶσαν ἐφετμήν.
οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι
μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς,
οὔτε τις ἀγρευτῆρι κύων ἐθἀς ὀτρύνοντι
τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν,
οὔτʼ ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος
πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες,
ὅσσον ὑπʼ ἠϊθέῳ δελφὶς φίλος ὀτρύνοντι
πείθετʼ ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν.