Ancient Greek · ~8 min
Book 5, lines 5.505-5.555
Oppian, Ἁλιευτικά 5.505-555
Not analysed yet
οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλῳ
πείθετο, τῷ μιν ἄνωγεν ἄναξ ἑός, ἀν δʼ ἐκόμιζε
νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι.
τοίη μὲν ζωῷ φιλίη πέλεν· ἀλλʼ ὅτε παῖδα
πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένῳ ἀτάλαντος
δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον
μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν
μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος·
οὐδʼ ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς
νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε
δέχνυσθαι, μάλα δʼ αἶψα καὶ ἐξ ἁλὸς ἔπλετʼ ἄϊστος
κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατʼ, οὐδʼ ἔτι χῶρον
ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο
ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρῳ.
ἀλλʼ ἔμπης καὶ τόσσον ἐνηείῃ προφέροντας
καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας
Θρήϊκες ὑβρισταὶ καὶ ὅσοι Βύζαντος ἔχουσιν
ἄστυ σιδηρείοισι νοήμασιν ἀγρώσσουσιν·
ἦ μέγʼ ἀταρτηροὶ καὶ ἀτάσθαλοι· οὐδέ κε παίδων,
οὐ πατέραν φείσαιντο, κασιγνήτους τʼ ὀλέκοιεν
ῥηϊδίως· τοῖος δὲ νόμος δυστερπέος ἄγρης.
μητρὶ μὲν αἰνοτόκῳ δίδυμον γένος ἐγγὺς ὀπηδεῖ
δελφίνων, ἀταλοῖσιν ἀλίγκιον ἠϊθέοισι·
Θρήϊκες αὖ ἐπὶ τοῖσιν ἀπηνέες ἐντύνονται,
στειλάμενοι δόρυ κοῦφον ἀτάσθαλον ἐς πόνον ἄγρης.
οἱ μὲν δὴ λεύσσοντες ἐπειγόμενον σκάφος ἄντην
ἀτρεμέες μίμνουσι καὶ ἐς φόβον οὐχ ὁρόωσιν,
οὔ τινʼ ὀϊόμενοι μερόπων δόλον, οὐδέ τινʼ ἄτην
ἵξεσθαι, σαίνουσι δʼ ἐνηέας ἠΰθ’ ἑταίρους
γηθόσυνοι, χρίμπτοντες ἑὸν χαίροντες ὄλεθρον.
οἱ δὲ θοῶς ἐλάσαντες ἀκοντιστῆρι τριαίνῃ
τήν τʼ ἀκίδα κλείουσι, βέλος κρυερώτατον ἄγρης,
δελφίνων ἕνα κοῦρον ἀνωΐστῳ βάλον ἄτῃ·
αὐτὰρ ὅ γʼ ἰδνωθείς, ὀδύνης ὕπο πικρὸν ἀχεύων,
αὐτίχʼ ὑποβρυχίης εἴσω καταδύεται ἅλμης,
ὀχθίζων σφακέλῳ τε καὶ ἀργαλέῃσιν ἀνίαις·
οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἄν ἄγρης
μαψιδίως ἄλιον καὶ ἐτώσιον ἔργον ἄροιντο·
ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι
μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,
ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις.
ἀλλʼ ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι
κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου,
δή ῥα τότʼ ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα
κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,
ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει,
ἀλλʼ αἰεὶ μογέοντι συνέσπεται, ἔκ τʼ ἀνιόντι
βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ
εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι
μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι
παίδων θʼ ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ·