Ancient Greek · ~7 min
V., lines V..134-V..179
Oracula Sibyllina, Oracula V..134-179
Not analysed yet
Θεσσαλίην χώρην ἀπολεῖ ποταμὸς βαθυσίνης,
Πηνειὸς βαθύρους μορφὰς θηρῶν ἀπὸ γαίης·
Ἠπιδανὸς φάσκων θηρῶν μορφάς ποτε γεννᾶν*.
Ἐλλάδα τὴν τριτάλαιναν ἀναιάξουσι ποιηταί,
ἡνίκ' ἀπ' Ἰταλίης ἰσθμοῦ πλήξει τένοντα
τῆς μεγάλης Ῥώμης βασιλεὺς μέγας ἰσόθεος
ὅν, φάσ', αὐτὸς ὁ Ζεὺς ἔτεκεν καὶ πότνια Ἥρη·
ὅστις παμμούσῳ φθόγγῳ μελιηθέας ὕμνους
θεατροκοπῶν ἀπολεῖ πολλοὺς σὺν μητρὶ ταλαίνῃ.
φεύξεται ἐκ Βαβυλῶνος ἄναξ φοβερὸς καὶ ἀναιδής,
ὅν πάντες στυγέουσι βροτοὶ καὶ φῶτες
ὤλεσε γὰρ πολλοὺς καὶ γαστέρι χεῖρας ἔθηκεν,
εἰς ἀλόχους ἥμαρτε καὶ ἐκ μιαρῶν
ἥξει δ' εἰς Μήδους καὶ Περσῶν πρὸς βασιλῆας,
πρώτους οὕς ἐπόθησε καὶ οἷς
φωλεύων μετὰ τῶνδε κακῶν εἰς ἔθνος ἀληθές·
ὅς ναὸν θεότευκτον ἕλεν καὶ
λαοὺς είσανιόντας, ὅσους ὕμνησα διακαίως·
τούτου γὰρ φανέντος* 〈ὅλ〉η κτίσις ἐξετινάχθη
καὶ βασιλεῖς ὤλοντο, καὶ ἐν τοῖσιν μένεν ἀρχή,
ἐξόλεσαν μεγάλην τε πόλιν λαόν τε δίκαιον.
ἀλλ’ ὅταν ἐκ τετράτου ἔτεος λάμψῃ μέγας
ὅς πᾶσαν γαῖαν καθελεῖ
τιμῆς, *αὐτοὶ πρῶτον ἔθηκάν τ' είναλίῳ Ποσειδῶνι*,
ἥξει δ' οὐρανόθεν ἀστὴρ μέγας εἰς ἅλα
καὶ φλέξει πόντον βαθὺν αὐτήν τε Βαβυλῶνα
Ἰταλίης γαῖάν θ', ἡς εἴνεκα πολλοὶ πολλοὶ
Ἐβραίων ἅγιοι πιστοὶ καὶ λαὸς ἀληθής.
ἔσσεαι ἐν θνητοῖσι κακοῖς κακὰ μοχθήσασα,
ἀλλὰ μενεῖς πανέρημος ὅλους αἰῶνας
ἔσσεται, ἀλλὰ μενεῖ εἰς αἰῶνας πανέρημος,]
σὸν στυγέουσ' ἔσαφος, ὅτι φαρμακείην
μοιχεῖαι παρά σοι καὶ παίδων μῖξις ἄθεσμος
θηλυγενὴς ἄδιοκός τε, κακὴ πόλι, δύσμορε πασῶν.
αἰαῖ πάντ' ἀκάθαρτε πόλι Λατινίδος αἴης
μαινὰς ἐχιδνοχαρής, χήρη καθεδοῖο παρ’ ὄχθας,
καὶ ποταμὸς Τίβερις σε κλαύσεται, ἥν
ἥτε μιαιφόνον ἦτορ ἔχεις ἀσεβῆ δέ τε
οὐκ ἔγνως, τί θεὸς δύναται, τί δὲ μηχανάαται;
ἀλλ' ἔλεγες· »μόνη εἰμὶ καὶ οὐδείς μ' έξαλαπάξεις«.
νῦν δὲ σὲ καὶ σοὺς πάντας ὀλεῖ θεὸς αἰὲν
κοὐκέτι σου σημεῖον ἔτ' ἔσσεται ἐν χθονὶ κείνῃ,
ὡς τὸ πάλαι, ὅτε σὰς ὁ μέγας θεὸς εὕρατο
μεῖνον, ἄθεσμε, μόνη, πυρὶ δὲ φλεγέθοντι μιγεῖσα
τατάρεον οἴκησον ἐς Ἅιδου χῶρον
νῦν δὲ πάλιν, Αἴγυπτε, τεὴν ὀλοφύρομαι ἄτην·