Ancient Greek · ~7 min
V., lines V..88-V..133
Oracula Sibyllina, Oracula V..88-133
Not analysed yet
καὶ σὲ δ' Ἀλεξάνδορεια, κλυτὴ θρέπτειρα 〈πολήων〉
οὐ λείψει πόλεμός τ’, οὐ . . . . . . . .
τῆς ὑπερηφανίης δώσεις, ὅσα
σιγήσεις αἰῶνα πολὺν καὶ νόστιμον ἦμαρ
κουκετι σοι ρευσει τρυφερον πομα . . . . .
ἥξει γὰρ Πέρσης ἐπὶ σὸν *δάπος* ὥστε
καὶ σὴν γαῖαν ὀλεῖ καὶ ἀνθρώπους
αἵματι καὶ νεκύεσσι *παρ' ἐκπάγλοισί τε
βαρβαρόφρων σθεναρὸς πολυαίματος ἄφρονα λυσσῶν,
παμπληθεὶ ψαμαθηδὸν ἀοαλθηων σὸν ὄλεθρον*.
καὶ ἔσῃ, πόλεων πόλεων πολύολβος, πολλὰ καμοῦσα.
κλαύσεται Ἀσὶς ὅλη δώρων χάριν, ὧν ἀπὸ
στεψαμένη κεφαλὴν ἐχάρη, πίπτουσ’ ἐπὶ γαίης.
αὐτὸς δ' ὅς Περσῶν ἔλαχεν γαῖαν
κτείνας τ' ἄνδρα ἕκαστον ὅλον βίον
ὥστε μένειν μοῖραν τριτάτην δειλοῖσι βροτοῖσιν.
αὐτὸς δ' ἐκ δυσμῶν εἰσπτήσεται ἅλματι
σύμπασαν γαῖαν πολιορκῶν, πᾶσαν ἐρημῶν.
ἀλλ’ ὅταν ὕψος ἔχῃ κρατερὸν καὶ θάρσος *ἀηδές*,
ἥξει καὶ μακάρων ἐθέλων πόλιν
καί κέν τις θεόθεν βασιλεὺς πεμφθεὶς ἐπὶ τοῦτον
πάντας ὀλεῖ βασιλεῖς μεγάλους καὶ φῶτας
εἶθ' οὕτως κρίσις ἔσται ὑπ' ἀφθίτου
αἰαῖ σοι, κραδίη δειλή, τί με ταῦτ' ἐρεθίζεις
δηλοῦν Αίγύπτῳ, πολυκοιρανίην ἀλεγεινήν;
βαῖνε πρὸς ἀντολίην, Περσῶν γενεὰς ἀνοήτους
καὶ δήλου τοῖσιν τὸ παρὸν τό τε μέλλον
Εὐφρήτου ποταμοῦ ποταμοῦ κατακλυσμὸν ἐποίσει
καὶ Πέρσας ὀλέσει καὶ Ἴβηρας καὶ
Μασσαγέτας τε φιλοπτολέμους τόξοισί τε πιστούς.
Ἀσὶς ὅλη πυρίφλεκτος ἕως
Πέργαμος ἣ τὸ πάλαι σεμνὴ βοτρυδὸν ὀλεῖται
καὶ Πιτάνη πανέρημος ἐν ἀνθρώποισι φανεῖται.
Λέσβος ὅλη δύσει βαθὺν εἰς βυθὸν ὥστ'
Σμύρνα κατὰ κρημνῶν εἱλισσομένη ποτὲ
ἥ τὸ πάλαι σεμνὴ καὶ ἐπώνυμος ἐξαπολεῖται
Βιθυνοὶ κλαύσουσιν ἑὴν χθόνα
καὶ Συρίην μεγάλην καὶ Φοινίκην πολύφυλον.
αἰαῖ σοι, Λυκίη, ὅσα σοι κακὰ
πόντος ἀπ' αὐτομάτου ἐπιβὰς χώρης ἀλεγεινῆς,
ὥστε κλύσαι σεισμῷ τε κακῷ καὶ νάμασι
τὴν Λυκίης ἄμυρον καὶ τὴν μυρίπνουν ποτε χέρσον.
ἔσται καὶ Φρυγίῃ δεινὸς χόλος εἵνεκα
ἡς χάριν ἡ Διὸς ἠλθε Ῥέη κἀκεῖ
πόντος ὀλεῖ Ταύρων γενεὴν καὶ βάρβαρον
*καὶ Λαπίθας δάπεδον κατὰ γῆν ἐναρίξει.