Ancient Greek · ~8 min
V., lines V..180-V..232
Oracula Sibyllina, Oracula V..180-232
Not analysed yet
Μέμφι, πόνων ἀρχηγὸς ἔσῃ, πληχθεῖσα τένοντας·
ἐν σοὶ πυραμίδες φωνὴν φθέγξονται ἀναιδῆ.
*Πυθών*, ἡ τὸ πάλαι δίπολις κληθεῖσα
αἰῶσιν σίγησον, ὄπως παύσῃ κακότητος.
ὕβρι, κακῶν θησαυρὲ πόνων, μαινὰς πολύθρηνε,
αἰνοπαθὴς πολύδακρυ, μενεῖς χήρη διὰ παντός.
πουλυετὴς ἐγένου σὺ μόνη κόσμοιο κρατοῦσα.
ἀλλ’ ὅταν ἡ Βάρκη τὸ κυπάσσιον ἀμφιβάληται
λευκὸν ἐπὶ ῥυπαρῷ, μήτ’ εἴην μήτε γενοίμαν.
ὠ Θῆβαι, ποῦ σοι τὸ μέγα σθένος; ἄγριος ἀνήρ
ἐξολέσει λαόν· σὺ δὲ εἵματα φαιὰ
θρηνήσεις, δύστηνε, μόνη, καὶ πάντ᾿
ὅσσα τὸ πρόσθεν ἔρεξας ἀναιδέα θυμὸν ἔχουσα.
*καὶ κοπετὸν ὄψονται ἄθέσμων εἴνεκα
Συήνην δ᾿ ὀλέσεις ὀλέσειε μέγας φὼς
Τεύχιραν οὶκήσουσι βίῃ μελανόχροες Ἰνδοί.
Πεντάπολι, κλαύσεις· σὲ δ’ ὀλεῖ μεγαλόσθενος
σάς, Λιβύη πάγκλαυστε, τίς ἐξηγήσεται ἄτας;
τίς δέ σε, Κυρήνη, μερόπων ἐλεεινὰ δακρύσει;
οὐ παύσῃ θρήνου στυγεροῦ πρὸς καιρὸν ὀλέθρου.
ἔσσεται ἐν Βρύγεσσι καὶ ἐν Γάλλοις πολυχρύσοις
ὠκεανὸς κελαδῶν πληρούμενος αἵματι
καὐτοὶ γὰρ κακότητα θεοῦ τέκνοις ἐποίησαν,
ἡνίκα Σιδονίοις βασιλεὺς Φοῖνιξ
ἤγαγεν ἐκ Συρίης πλῆθος πολύ· καί σε
αὐτήν, Ῥαβέννη, τε καὶ εἰς φόνον
Ἰνδοί, μὴ θαρσεῖτε καὶ Αίθίοπες μεγάθυμοι·
ἡνίκα γὰρ *τούτους* τροχὸς Ἄξονος,
Ταῦρός τ᾿ ἐν Διδύμοις μέσον οὐρανὸν
Παρθένος ἐξαναβᾶσα καὶ Ἥλιος ἀμφὶ
πηξάμενος ζώνην *περιπάμπολον*
ἔσσεται ἐμπρησμὸς μέγας αἰθέριος κατὰ γαῖαν,
*ἄστρων δ᾿ ἐν μαχίμοις* καινὴ φύσις,
ἐν πυρὶ καὶ στοναχαῖσιν ὅλην γῆν Αἰθιοπήων.
μύρεο καὶ σύ, Κόρινθε, τὸν ἐν σοὶ λυγρὸν ὄλεθρον·
ἡνίκα γὰρ στρεπτοῖσι μίτοις Μοῖραι τριάδελφοι
κλωσάμεναι φεύγοντα δόλῳ ἰσθμοῖο παρ’
ἄξουσιν μετέωρον, ἕως ἐσίδωσίν ἑ πάντες,
τὸν πάλαι ἐκκόψαντα πέτρην πολυήλατι
καὶ σὴν γαῖαν ὀλεῖ καὶ κόψει, ὡς
τούτῳ γάρ τοι δῶκε θεὸς μένος ἐς τὸ ποιῆσαι
οἱά τις οὐ πρότερος τῶν συμπάντων βασιλήων·
πρῶτα μὲν ἐκ τροσσῶν κεφαλῶν σὺν πληγάδι ῥίζας
*στησάμενος* μεγάλως ἑτέροις
ὥστε φαγεῖν σάρκας γονέων βασιλῆος
πᾶσι γὰρ ἀνθρώποισι φόνος καὶ δείματα κεῖται
εἵεκα εἵνεκα τῆς μεγάλης πόλεως
σῳζομένου διὰ παντός, ὅν ὃν ἔξοχον
ἄστατε καὶ κακόβουλε, κακὰς περικείμενε κῆρας,
ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα
βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις,
ὕβρι, κακῶν ἀρχηγὲ καὶ ἀνθρώποις μέγα πῆμα,
τίς σε βροτῶν ἐπόθησε, τίς ἔνδοθεν οὐ χαλέπηνεν·