Ancient Greek · ~7 min
V., lines V..233-V..280
Oracula Sibyllina, Oracula V..233-280
Not analysed yet
ἐν σοί τις βασιλεὺς σεμνὸν βίον ὤλεσε ῥιφθείς.
πάντα κακῶς διέθηκας ὅλον τε κακὸν κατέκλυσσας,
καὶ διὰ σοῦ κόσμοιο καλαὶ πτύχες ἡλλάχθησαν.
εἰς ἔριν ἡμετέρην τυχὸν ὔστατα ταῦτα προβάλλου·
πῶς τί λέγεις; πείσω σε καὶ εἴ τί σε μέμφομαι αὐδῶ·
ἦν ποτ᾿ ἐν ἀνθρώποις λαμπρὸν σέλας
σπειρομένης ἀκτῖνος ὁμοσπόνδοιο
γλῶσσα μελισταγέουσα καλὸν πόμα πᾶσι βροτοῖσιν
φαῖνέ τε καὶ προὔβαλλε καὶ ἥμερα πᾶσιν ἔτελλεν.
τοῦδ᾿ ἕνεκεν, στενόβουλε κακῶν
καὶ ῥαμφὴ καὶ πέδος ἐλεύσεται ἤματι κείνῳ.
ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα
βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις,
κλῦθι πικρᾶς φήμης δυσηχέος, ἀνδράσι
ἀλλ᾿ ὁπόταν Περσὶς γαῖ΄
λοιμοῦ τε στοναχῆς τε, τότ᾿ ἔσσεται ἤματι
Ἰουδαίων μακάρων θεῖον γένος ούράνιόν τε,
οἳ περιναιετάουσι θεοῦ πόλιν ἐν
ἄχρι δὲ καὶ Ἰόπης τεῖχος μέγα
ὑψόσ᾿ ἀείρονται ἄχρι καὶ νεφέων
οὐκέτι συρίξει σάλπιγξ πολεμόκλονον ἠχον,
οὐδ᾿ ἔτι μαινομέναις παλάμαις ἐχθραῖς
*ἀλλ᾿ ἐπι*στήσει τε κακῶν
εἷς δέ τις ἔσσεται αὖτις ἀπ᾿ αἰθέρος
ὃς παλάμας ἥπλωσεν ἐπὶ ξύλου
Εβραίων ὁ ἄριστος, ὅς ἠέλιόν ποτε στήσει
φωνήσας ῥήσει τε καλῇ καὶ χείλεσιν ἁγνοῖς.
μηκέτι τείρεο θυμὸν ἐνὶ στήθεσσι, μάκαιρα,
θειογενές, πάμπλουτε, μόνον πεποθημένον ἄνθος,
φῶς ἀγαθὸν σεμνόν τε τέλος *πεποθημένον ἅγνος*,
Ἰουδαίη χαρίεσσα, καλὴ πόλις, ἔνθεος ὕμνων.
οὐκέτι βακχεύσει περὶ σὴν χθόνα ποὺς
Ἑλλήνων ὁμόθεσμον ἐνὶ στήθεσσιν ἔχων
ἀλλά σε κυκάλιμοι παῖδες περιτιμήσουσιν
καὶ μούσαις ἁγίαισι τράπεζαν ἐπιστήσονται
παντοίαις δυσίαισι καὶ εὐχαῖς ἐν
ἐκ μικρᾶς στενότητος ὅσοι καμάτους
πλείονα καὶ χαρίεντα *καλὸν ἄρξουσι*
οἱ δὲ κακοὶ στείλαντες ἐπ᾿ αἰθέρα γλῶσσαν
παύσονται λαλέοντες ἐναντίον ἀλλήλοισιν,
αὐτοὺς δὲ κρύψουσιν, ἕως *κόσμος
ἔσται δ᾿ ἐκ νεφέων ὄμβρος πυρὸς
κοὐκέτι καρπεύσουσι βροτοὶ στάχυν ἀγλαὸν ἐκ γῆς·
πάντ᾿ ἄσπαρτα μενεῖ καὶ ἀνήροτα, ἄχρι
τὸν πρύτανιν πάντων θεὸν ἄμβροτον αἰὲν ἐόντα
ἀνθρώπους θνητοὺς καὶ μηκέτι θνητὰ γεραίρειν
μηδὲ κύνας καὶ γῦπας ἃ Αἴγυπτος
σεμνύνειν στομάτεσσι κενοῖς καὶ χείλεσι μωροῖς.