Ancient Greek · ~3 min
V., lines V..281-V..297
Oracula Sibyllina, Oracula V..281-297
Not analysed yet
εὐσεβέων δὲ μόνων ἁγία χθὼν πάντα τάδ’ οἴσει,
νᾶμα μελισταγέος ἀπὸ πέτρης ἠδ᾿ ἀπὸ
καὶ γλάγος ἀμβρόσιον ῥεύσει πάντεσσι δικαίοις·
εἰς ἔνα γὰρ γενετῆρα θεὸν μόνον ἔξοχον ὄντα
ἤλπισαν εὐσεβίην μεγάλην καὶ πίστιν ἔχοντες.
ἀλλὰ τί δή μοι ταῦτα νόος σοφὸς ἐγγυαλίζει;
ἄρτι δέ σε, τλήμων Ἀσίη, κατοδύρομαι οἰκτρῶς
καὶ γένος Ἰώνων Καρῶν Λυδῶν πολυχρύσων.
αἰαῖ <σοι,> Σάρδεις· αἰαῖ πολυήρατε
αἰαῖ, Λαοδίκεια, καλὴ πόλι· ὡς ἀπολεῖσθε
σεισμοῖς ὀλλύμεναί τε καὶ εἰς κόνιν ἀλλαχθεῖσαι,
Ἀσίδι τῇ δνοφερῇ [Λυδῶν τε ??-
Ἀρτέμιδος σηκὸς Ἐφέσου πηγνύμενος
χάσμασι καὶ σεισμοῖσί ποθ᾿ ἵξεται
πρηνής, ἠύτε νῆας ἐπικλύζουσιν ἄελλαι.
*ὕπτια δ᾿ οἰμώξει* Ἔφεσος κλαίουσα παρ᾿
καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα.