Ancient Greek · ~5 min
VI.
Oracula Sibyllina, Oracula VI.
Not analysed yet
Ἀθανάτου μέλαν υἱὸν ἀοίδιμον ἐκ φρενὸς αὐδῶ, ᾡ θρόνον ὕψιστος γενέτης παρέδωκε λαβέσθαι οὔπω γεννηθέντι· ἐπεὶ κατὰ σάρκα τὸ δισσόν ἠγέρθη, προχοαῖς ἀπολουσάμενος ποταμοῖο Ἰορδάνου, ὅς φέρεται γλαυκῷ ποδί, κύματα σύρων. ὃς πυρὸς ἐκφεύξας πρῶτος θεὸν ὄψεται ἡδύν πνεύματι γινόμενον, λευκαῖς πτερύγεσσι πελείης. ἀνθήσει δ' ἄνθος καθαρόν, βρύσουσι δὲ πηγαί. δείξει δ' άνθρώποισιν ὁδούς, δείξει δὲ κελεύθους οὐρανίας· πάντας δὲ σοφοῖς μύθοισι διδάξει. ἥξει δ΄ ἔς τε δίκην καὶ πείσει λαὸν αἰνετὸν αὐχήσας πατρὸς γένος οὐρανίδαο. κύματα πεξεύσει, νόσον ἀνθρώπων ἀπολύσει, στήσει τεθνηῶτας, ἀπώσεται ἄλγεα πολλά· ἐκ μιῆς μιῆς πήρης ἄρτου κόρος ἔσσεται ἀνδρῶν, οἶκος ὅταν Δαυὶδ φύῃ φυτόν· ἐν χερὶ δ' αὐτοῦ κόσμος ὅλος καὶ γαῖα καὶ οὐρανὸς ἠδὲ ἀστράψει δ' ἐπὶ γῆν, οἷόν ποτε πρῶτα εἶδον ἀπ' ἀλλήλων πλευρῶν δύο γεννηθέντες. ἔσσεται, ἡνίκα γαῖα χαρήσεται ἐλπίδι παιδός. σοὶ δὲ μόνῃ, Σοδομῖτι γαίη, κακὰ πήματα κεῖται· αὐτὴ γὰρ δύσφρων τὸν σὸν θεὸν οὐκ ἐνόησας ἐλθόντα θνητοῖσιν ἐν ὄμμασιν· ἀλλ' ἀπ' ἔστεψας στεφάνῳ, φοβερὴν δὲ χολὴν ἐκέρασσας εὶς ὔβριν καὶ πνεῦμα*· τό σοι κακὰ πήματα τεύξει. ὦ ξύλον ὠ μακαριστόν, ἐφ’ οὖ θεὸς οὐχ ἕξει σε χθών, ἀλλ' οὐρανὸν οἶκον ἡνίκα ἀστράψει<ε> τὸ σόν, θεός, ἔμπυρον ὄμμα.