Ancient Greek · ~28 min
VII.
Oracula Sibyllina, Oracula VII..1
Not analysed yet
Ὡ Ῥόδε δειλαίη σύ· σὲ γὰρ πρώτην, σὲ δακρύσω· ἔσσῃ δὲ πρώτη πόλεων, πρώτη δ' ἀπολέσσῃ, ἀνδρῶν μὲν χήρη, βιότου δέ τε πάμπαν ἀδευκής*· Δῆλε, σὺ μὲν πλεύσεις καὶ ἐφ' ὕδατος ἄστατος ἄστατος ἔσσῃ· Κύπρε, σὲ δ' ἐξολέσει γλαυκῆς ποτε κῦμα θαλάσσης· Σικελίη, φλέξει σε τὸ καιόμενον κατὰ σοῦ πῦρ. τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ. Νῶέ τις ἐκ πάντων μοῦνος φυγὰς ἤλυθεν ἀνδρῶν. πλεύσει γῆ, πλεύσει δὲ ὄρη, πλεύσει δὲ καὶ αἰθήρ. ὔδωρ ἔσται ἄπαντα καὶ ὔδασι πάντ' ἀπολεῖται. στήσονται δ' ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών. ὦ Φρυγίη, πρώτη δ' ἀναλάμψεις ὕδατος πρώτη δ' εἰς ἀσέβειαν ἀπαρνήσῃ θεὸν αὐτή εἰδώλοις ἀλάλοις κεχαρισμένη, ὅσσα σε, δειλή, ἐξολέσει πολλῶν περιτελλομένων ἐνιαυτῶν. Αἱθίοπες δύστηνοι *ὑπ'* ἄλγεα ῥομφαίαις πλήφονται ὑπὸ χρόα πεπτηῶτες. τῆν λιπαρὴν Αἴγυπτον ἀεὶ σταχύεσσι μέλουσαν, ἥν Νεῖλος νηκτοῖς ὑπὸ χεύμασιν ἑπτὰ ἀλλήλων ἔμφυλος ὁλεῖ στάσις· ἔνθεν ἀέλπτως ἀνέρες ἐξελάσουσι τὸν οὐ θεὸν ἀνδράσιν Ἀπιν. αἰαῖ, Λαοδίκεια, σὺ δ' οὐ θεὸν οὔποτ' ψεύσῃ, τολμηρή· κλύσσει δέ σε κῦμα Λύκοιο. αὐτὸς ὁ γεννηθεὶς* ὁ μέγας θεὸς ἄστρ' ὅς* ποιήσει, κρεμάσει δὲ δι' αἰθέρος ἄξεονα μέσσον, στήσει δ' ἀνθρώποισι μέγαν φόβον ὑψόσ’ ἰδέσθαι κίονα μετρήσας μεγάλῳ πυρί, οὗ ῥαθάμιγγες ἀνθρώπων ὀλέσουσι γένη κακὰ ἔσται γάρ ποτε κεῖνος ἅπαξ χρόνος, ἔνθα δὲ ἐξιλάσουσι θεόν, ἀλλ' οὐ παύσουσιν ἀνίας ἀκράντους. Δαυὶδ δὲ δ' οἴκου πάντα τελεῖται. τῷ γάρ τ' αὐτὸς ἔδωκε θεὸς θρόνον ἐγγυαλίξας· οἱ δὲ διαγγελτῆρες ὑπαὶ ποσὶ κοιμήσονται, οἵ τε πυρὰς φαίνουσι καὶ οἳ ποταμοὺς φαίνουσιν,* οἴ τ' ἄστη σῴζουσι καὶ οἳ πέμπουσιν ἀήτας. —πολλοῖς δ' αὖ χαλεπὸς βίος ἀνθρώποισιν ἔπεισιν ἐσδύνων ψυχαῖσι καὶ ἀλλάσσων φρένας ἀνδρῶν. ἀλλ' ὅταν ἐκ ῥίζης βλαστὸς νέος ὄμματα τὴν κτίσιν* ἥ ποτε πᾶσι τροφὴν διέδωκε καὶ τὰ μὲν ἀμφὶ κρόνοις* ἔσται πλέον. ἀλλ’ ὅταν ἄρξωνται Πέρσαι μαχίμων φῦλον, αὐτίκα δεινοί* ἔσσονται θάλαμοι νυμφῶν διὰ δύσνομα φῦλα. ἕξει γὰρ μήτηρ ἑὸν υἱέα καὶ πόσιν· μητέρα δηλήσει· θυγάτηρ δ' ἐπὶ πατρὶ κλιθεῖσα βάρβαρον ὑπνώσει τοῦτον νόμον· ὔστερα δ' αὐτοῖς ἐκλάμψει Ῥωμαῖος Ἄρης πολλῆς ἀπὸ αἵματι δ' ἀνδρομέῳ πολλὴν χθόνα Ἰταλίης δὲ πρόμος τότε φεύξεται ἐκ δορὸς ἀλκῆς. λείψοθυσιν δ' ἐπὶ γῆς χρυσῷ κεχαραγμένον ἄνθος ἐκπομολόντα φέρον γε ἀεὶ σημεῖον ἀνάγκης*. ἔσται μάν, ὅτε πᾶσα κακὴ καὶ δύσμορος Ἰλιὰς ἐκπίεται τάφον, οὐ γάμον, ἔνθα βαθεῖα κλαύσουσιν νύμφαι, ὅτι δὴ θεὸν οὐκ ἀλλ' αἱεὶ τυπάνοις καὶ κρότοις τ'* ἠχον ἔδωκαν. μαντεύου, Κολοφών· μέγα σοι κρέμαται, φοβερὸν πῦρ. Θεσσαλίη δύσνυμφε, σὲ δ' ὄψεται οὐκέτι γαῖα οὐδὲ τέφρην, πλεύσῃ δὲ μόνη φυγὰς ἠπείροιο. αύτοῖς* ὡ τλῆμον, σκύβαλον πολέμου λυγρὸν ἔσσῃ, ὠ κυσὶ καὶ ποταμοῖς καὶ* ῥομφαίαισι ὠ τλῆμόν γε Κόρινθε, σὺ δ' ἀμφ' αὐτὴν βαρὺν δέξῃ, δειλαίη, καὶ ἐν ἀλλήλοις ἀπολεῖσθε. Τύρε, σὺ δ' ἡλίκα >λήψῇ μόνη· εὐσεβέων γὰρ ἀνδρῶν χηρεύουσ' ὀλιγηφρενίῃσι ἆ Συρίη κοίλη, Φοινίκων ὕστατον οἱς ἐπερευγομένη κεῖται βηρυτιὰς ἄλμη, τλήμων, οὐκ ἔγνως τὸν σὸν θεόν, ὄν ποτ' ἔλουσεν Ἰόρδανος ἐν τριτάτοισι* καὶ ἔπτατο πνεῦμα πελείῃ, ὅς πρὶν καὶ γαίης τε καὶ οὐρανοῦ αὐθέντης γένετο λόγος πατρὶ πνεύματί θ' σάρκα τε δυσάμενος ταχὺς ἵπτατο πατρὸς ἐς τρεῖς δ' αὐτῷ πύργους μέγας Οὐρανὸς ἐστήριζεν, ἐν τῷ δὴ ναίουσι θεοῦ νῦν μητέρες ἐσθλαί, Ἐλπίς τ' Εὐσεβίη τε Σεβασμοσύνη τε ποθεινή, οὐ χρυσῷ χαίρουσαι ἢ ἀργύρῳ, ἀλλὰ σεβασμοῖς ἀνθρώπων θυσίαις τε δικαιοτάτοις τε λογισμοῖς. θύσεις δ' ἀθανάτῳ θεῷ μεγάλῳ ἀγερώρῳ οὐ χόνδρον τήξας λίβάνου πυρὶ οὐδὲ ἀρνειὸν κόψας λασιότριχα, ἀλλ' ἅμα οἳ τεὸν αἷμα φέρουσι, λαβὼν ἀγρίηνα εὐξάμενος πέμψεις εἰς οὐρανὸν ὄμματα τείνας· ὕδωρ δὲ σπείσεις καθαρῷ πυρὶ τοῖα ,ὥς σε λόγον γέννησε πατήρ πάτρερ* ὄρνιν ὀξὺν ἀπαγγελτῆρα λόγων λόγον, ὕδασιν ἁγνοῖς ῥαίνων σὸν βάπτισμα, δι' οὗ πυρὸς ἐξεφαάνθης.' οὐδὲ θύρην κλείσεις, ὅτε τίς σοι ἐπήλυτος ἥζει δευόμενος πενίην λιμόν τ' ἀπερύκειν. ἀλλὰ λαβὼν κεφαλὴν τοῦδ' ἀνέρος ὕδατι ῥάνας εὖξαι τρίς· τῷ σῷ δὲ θεῷ μάλα τοῖα οὐκ ἔραμαι πλούτου· λιτὸς δέ τε λιτὸν ἐδέγμην· ἄμφω δὸς σύ, πάτερ, σύ, χορηγητήρ, ἐπάκουσον'. εὐξαμέρνῳ σώσει σοι· ἀπήγαγεν ἔκτοτε δ' μὴ θλίψῃς με, θεοῦ ἱερὸν σέβας ἠδὲ δίκαιον, *ἁγνὸν ἀδούλωτον περὶ γένναν ἐλεγχθὲν . . τλήμονά μου κραδίην στῆσον, πάτερ· εἰς σὲ δέδορκα, εἰς σὲ τὸν ἄχραντον, τὸν μὴ χέρες ἐργάσσαντο. Σαρδώ, νῦν σὺ βαρεῖα, μεταλλάξῃ ἐς τέφρην. ἔσσῃ δ' οὐκέτι νῆσος, ὅταν δέκατος χρόνος ζητήσουσι πλέοντες ἐν ὕδασιν οὐκέτ' ἀλκυόνες δ' ἐπὶ σοὶ οἰκτρὸν γόον αἰάξουσιν. Μυγδονίη τρηχεῖα, δυσέκβατε πυρσὲ θαλάσσης, αὐχήσεις αἰῶνα, <δι'> αἰώνων θερμῷ πνεύματι πᾶσα, μανήσῃ δ' ἄλγεσι πολλοῖς. Κελτὶ γαίη, τὸ δὲ σὸν κατ' ὄρος, παρὰ δύσβατου Ἄλπιν, ψάμμος ὅλην χώσει σε βαθύς· φόρον οὐκέτι οὐ στάχυν, οὐ βοτάνας· πανέρημος ἔσῃ δ' ἀπὸ λαῶν αἰεί, κρυμαλέοις δὲ παχυνομένη κρυστάλλοις λώβην ἐκτίσεις, ἥν οὐκ ἐνόησας, ἄναγνε. Ρώμη καρτερόθυμε, Μακηδονίην μετὰ λόγχην ἀστράψεις ἐς Ὄλυμπον· θεὸς δέ σε πάμπαν ἄπυστον ποιήσει, ὁπόταν δοκέῃς πολὺ κρεῖσσον ἐς ἑδραίη μίμνειν· τότε σοι τοιαῦτα ὀλλυμένη φθέγξῃ λαμπρόν ποτε καὶ μαρμάραν σε· · δεύτερά σοι. Ῥώμη, μέλλω πάλι δεύτερα φωνεῖν. ἄρτι σε, σε, τλῆμον, τλῆμον, κατοδύρομαι οἰκτρῶς. Θῆβαι δύσβουλοι, ὑμῖν κακὸς κακὸς ἐπέσται αὐλῶν φθεγγομένων, ὐμῖν σάλπιφξ κακὸν ἠχον ἠχήσει, ὄψεσθε δ' ἀπολλυμένην χθόνα πᾶσαν. αἰαῖ σοι τλῆμον, αἰαῖ κοκόθυμε θάλασσα. βρωθήσῃ πυρὶ πᾶσα καὶ ἐξολέσεις λαὸν ἅλμῃ. ἔσται γάρ τε τοσοῦτον ἐπὶ χθονὶ μαινόμενον πῦρ, ὅσσον ὕδωρ, ῥεύσει τε καὶ ἐξολέσει χθόνα πᾶσαν. φλέξει ὄρη, καύσει ποταμούς, πηγὰς δὲ κενώσει. κόσμος κόσμος ἄκοσμος ἀπολλυμένων άνθρ΄ψπων. καιόμενοι δὲ κακῶς τότε τλἠμονες ἐμβλέψουσιν οὐρανόν, οὐκ ἄστροις, ἀλλ’ ἐν πυρὶ κεκμηῶτα. οὐδὲ θοῶς όλέκονται, ἀπολλυμένων δ' ὑπὸ σαρκῶν πνεύματι καιόμενοι εἰς αἰώνων ἐνιαυτούς αἰεὶ συσβασάνιστα θεοῦ νόμον εἰδήσουσιν οὐκ ἀπαφητὸν ἐόντα, βιαζομένη δ' ἄρα γαῖα, ὅντινα τολμήσασα θεῶν ἐπεδέξατο βωμοῖς ψευδομένη, καπνὸν εἶδε δί Μέρος ἀλγηθέντα*. κεῖνοι δὲ τλήσονται ἄγαν πόνον, οἴ διὰ κέρδος αἰσχρὰ προφητεύσουσι κακὸν χρόνον ἀλδαίνοντες. οἵ μὲν δυσάμενοι προβάτων λασιότριχα ῥινά Ἑβραῖοι ψεύσονται, ὅ μὴ γένος ἔλλαβον ἀλλὰ λόγοις λαλέοντες έπ' ἄλγεσι κερδαντῆρες οὐ βίον ἀλλαξουσι καὶ οὐ πείσουσι δικαίους, οἵτε θεὸν πάμπιστα διὰ φρενὸς ἱλάσκονται. ἐν δὲ τρίτῳ κλήρῳ περιτελλομένων ἐνιαυτῶν ὀγδοάδος πρώτης ἄλλος πάλι κόσμος νὺξ ἔσται πάντη –—μακρὴ καὶ ἀπειθής. καὶ τότε μὲν θείου δεινὴ περιβήσεται ὀδμή ἀγγέλλουσα φόνους, ὁπόταν κεῖνοι ἀπόλωνται νυκτί τε καὶ λιμῷ· τότε γεννήσει καθαρὸν νοῦν ἀνθρώπων, στήσει δὲ τεὸν γένος, ὡς πάρος ἠν οὐκέτι τις κόψει βαθὺν αὔλακα γυρῷ ἀρότρῳ· οὐ βόες ἰθυντῆρα κάτω βάψουσι σίδηρον· κλήματα δ' οὐκ ἔσται οὐδὲ στάχυς· ἀλλ’ ἅμα πάντες μάννην τὴν δροσερὴν λευκοῖσιν ὀδοῦσι φάγονται. σὺν δ᾿ αὐτοῖς ἔσται τότε καὶ θεός, ὅς σε διδάζει, ὡς ἐμὲ τὴν λυγρήν. ὅσα γὰρ κακὰ πρόσθεν ἔρεξα εἰδυῖ᾿, ἄλλα τε πολλὰ κακῶς ἐπόνησ᾿ ἀμελοῦσα. μυρία μέν μοι λέκτρα, γάμος δ᾿ οὐδεὶς ἐμελήθη· πᾶσι δ᾿ ἐγὼ πανάπιστος ἐπήγαrον ἄγριον ὅρκον. δευομένους ἀπέκλεισα καὶ ἐν *προμολοῦσιν* ἰοῦσα *ἴκελον* εἰς αὐλῶνα θεοῦ φάτιν οὐκ ἐνόησα. τοὔνεκα πῦρ μ᾿ ἔφαγεν καὶ βρώσεται· οὐδὲ γὰρ αὐτή ζήσομαι, ἀλλ᾿ ὀλέσει με κακὸς χρόνος, ἔνθα τάφον μοι ἄνθρωποι τεύζουσι παρερχόμενοί με θαλάσσῃ. καί με λίθοις ὀλέσουσ᾿· ἐπ᾿ ἐμῷ γὰρ πατρὶ λαλοῦσα *υἷα φίλον* μετέδωκα. βάλοιτέ με, βάλλετε πάντες· οὕτω γὰρ ζήσω καὶ ἐς οὐρανὸν ὄμματα πήξω.