Ancient Greek · ~89 min
VIII.
Oracula Sibyllina, Oracula VIII..1
Not analysed yet
Ἐρχομένης μεγάλης ὀργῆς ἐπὶ κόσμον ἀπειθῆ ἔσχατον εἰς αἰῶνα θεοῦ μηνίματα φαίνω πᾶσι προφητεύουσα κατὰ πτόλιν ἀνθρώποισιν. ἐξότε δὴ πύργος τ΄ ἔπεσεν γλῶσσαί τ΄ ἀνθρώπων ἐς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους, πρῶτα μὲν Αἰγύπτου βασιλήιον, εἶτα τὸ Περσῶν Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος, εἶτα Μακηδονίης τῦφον μέγαν αὐχησάσης, πέμπτον δ᾿ εἶτ᾿ Ἰταλῶν κλεινὴ βασιλεία ἄθεσμος ὑστάτιον πᾶσιν δείξει κακὰ πολλὰ βροτοῖσιν καὶ πάσης γαίης ἀνδρῶν μόχθους δαπανήσει. ἄξει δ᾿ ἀκμῆτας βασιλεῖς ἐθνῶν ἐπὶ δυσμάς καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ᾿ ὑποτάξει. ὀψὲ θεοῦ μύλοι γ᾿* ἀλέουσι τὸ λεπτὸν ἄλευρον. πῦρ τότε πάντ᾿ ὀλέσει καὶ λεπτὸν χοῦν ἀποδώσει ὑψικόμων ὀρέων κορυφὰς καὶ σαρκὸς ἁπάσης. ἀρχὴ πᾶσι κακῶν φιλοχρημοσύνη καὶ ἄνοια. χρυσοῦ γὰρ δολίοις καὶ ἀργυρίου πόθος ἔσται· οὐδὲν γὰρ τούτων θνητοὶ μεῖζον προέκριναν, οὐ φάος ἠελίου, οὐκ οὐρανόν, οὐδὲ θάλασσαν, οὐ γαῖαν πλατύνωτον, ὅθεν φύουσιν οὐ τὸν πάντα διδόντα θεόν, γεννήτορα πάντων, οὐ πίστιν τούτων καὶ εὐσεβίην προέκριναν. πηγὴ δυσσεβίης καὶ ἀταξίης προοδηγός, μηχανίη πολέμων, εἰρήνης ἐχθρὰ ἀνία ἐχθραίνουσα τέκνοις γονέας καὶ τέκνα γονεῦσιν. κοὐδὲ γάμος δίχα χρυσοῦ ὅλως ποτὲ τίμιος ἔσται. γαῖά θ’ ὅρους ἕξει καὶ φρουροὺς πᾶσα θάλασσα πᾶσι μεριζομένη δολίως τοῖς χρυσὸν ἔχουσιν· ὡς αἰῶσι θέλοντες ἔχειν πολυθρέμμονα γαῖαν πορθήσουσι πένητας, ἵν᾿ αὐτοὶ πλείονα χῶρον προσπορίσαντες ἀλαζονίῃ κεἰ μὴ γαῖα πέλωρος ἀπ᾿ οὐρανοῦ ἀστερόεντος τὸν θρόνον εἶχε μακρήν, οὐκ ἦν ἴσον ἀνδράσι φέγγος, ἀλλ᾿ ἀγοραζόμενον χρυσῷ πλουτοῦσιν ὑπῆρχεν καὶ πτωχοῖς αἰῶν ἕτερον θεὸς ἡτοίμαζεν. ἥξει σοί ποτ᾿ ἄνωθεν ἴση, ὑψαύχενε ῾Ρώμη, οὐράνιος πληγὴ καὶ κάμψεις αὐχένα πρώτη κἀξεδαφισθήσῃ καὶ πῦρ σε ὅλην δαπανήσει κεκλιμένην ἐδάφεσσιν ἑοῖς, καὶ πλοῦτος ὀλεῖται καὶ σὰ θέμειλα λύκοι καὶ ἀλώπεκες οἰκήσουσιν. καὶ τότ᾿ ἔσῃ πανέρημος ὅλως, ὡς μὴ γεγονυῖα. ποῦ τότε Παλλάδιον; ποῖός σε θεὸς διασώσει, χρυσοῦς ἢ λίθινος ἢ χάλκεος; ἢ τότε ποῦ σοι δόγματα συγκλήτου; ποῦ Ῥείης ἠὲ ἠὲ Διὸς γενεὴ καὶ πάντων, ὧν ἐσεβάσθης, δαίμονας ἀψύχους, νεκύων εἴδωλα καμόντων, ὧν Κρήτη καύχημα τάφους ἡ δύσμορος ἕξει, θρησκεύουσα θρόνωσιν ἀναισθήτοις νεκύεσσιν. ἀλλ᾿ ὅτε σοι βασιλεῖς, χλιδανή, τρὶς πέντε γένωνται κόσμον δουλώσαντες ἀπ᾿ ἀντολίης μέχρι δυσμῶν, *ἔσσετ᾿ ἄναξ πολιόκρανος ἔχων πέλας οὔνομα κόσμον ἐποπτεύων μιαρῷ ποδί, δῶρα πορίζων χρυσὸν μὲν πάμπλειστον ἔχων καὶ ἄργυρον ἐχθρῶν πλείονα συλλέξας καὶ γυμνώσας ἀναλύσει. καὶ μαγικῶν ἀδύτων μυστήρια πάντα μεθέξει, παῖδα θεὸν δεικνύσει, ἅπαντα σεβάσματα λύσει, *κἀξ ἀρχῆς* τὰ πλάνης μυστήρια πᾶσιν αἴλινος ἔκτοτε καιρός, ὅτ᾿ Αἴλινος αὐτὸς ὀλεῖται. καί ποτε δῆμος ἐρεῖ· μέγα σὸν κράτος, ἄστυ, πεσεῖται· εἰδὼς εὐθὺ τὸ μέλλον ἐπερχόμενον κακὸν ἦμαρ. καὶ τότε πενθήσουσιν ὁμοῦ τὴν σὴν προβλέποντες οἰκτροτάτην μοῖραν πατέρες καὶ νήπια τέκνα· αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Θύμβριδος ὄχθαις. τὸν μέτα τρεῖς ἄρξουσι πανύστατον ἠμαρ ἔχοντες, οὔνομα πληρώσαντες ἐπουρανίοιο θεοῖο, ου το κρατος καὶ νυν καὶ εἰς αιωνας απαντας. εἷς μὲν πρέσβυς ἐὼν σκήπτρων ἐπὶ πουλὺ κρατήσει οἰκτρότατος βασιλεύς, ὃς χρήματα κόσμου ἅπαντα 7(1 δώμασιν ἐγκλείσει τηρῶν, ἵν᾿, ὅταν γ᾿ ἐπανέλθῃ ἐκ περάτων γαίης ὁ φυγὰς μητροκτόνος αἴθων, ταῦτα ἅπασι διδοὺς πλοῦτον μέγαν Ἀσίδι θήσει. καὶ τότε πενθήσεις πλατυπόρφυρον ἡγεμονήων *φῶς* ἐκδυσαμένη καὶ πένθιμον εἷμα ὦ βασιλὶς μεγάλαυχε, Λατινίδος ἔκγονε ῾Ρώμης· οὐκέτι σοι τῆς σῆς μεγαλαυχενίης κλέος ἔσται, οὐδ᾿ ὀρθωθήσῃ ποτὲ δύσμορος, ἀλλὰ κλιθήσῃ· καὶ γὰρ ἀετοφόρων λεγεώνων δόξα πεσεῖται. ποῦ τότε σοι τὸ κράτος; ποία γῆ σύμμαχος ἔσται δουλωθεῖσα τεαῖς ματαιοφροσύνῃσιν ἀθέσμως; πάσης γὰρ γαίης θνητῶν τότε σύγχυσις ἔσται, αὐτὸς ὁ παντοκράτωρ ὅταν ἐλθὼν βήματι κρίνῃ ζώντων καὶ νεκύων ψυχὰς καὶ κόσμον ἅπαντα. κοὔτε γονεῖς τέκνοισι φίλοι, οὐ τέκνα γονεῦσιν ἔσσονται διὰ δυσσεβίην καὶ θλῖψιν ἄελπτον. ἔκτοτέ σοι βρυγμὸς καὶ σκορπισμὸς καὶ ἅλωσις, πτῶσις ὅταν ἔλθῃ πόλεων καὶ χάσματα γαίης· πορφύρεός τε δράκων ὁπόταν ἐπὶ κύμασιν ἔλθῃ γαστέρι πλῆθος ἔχων καὶ θρέψει σεῖο τὰ τέκνα ἐσσομένου λιμοῦ τε καὶ ἐμφυλίου πολέμοιο, ἐγγὺς μὲν κόσμου τὸ τέλος καὶ ἔσχατον ἠμαρ καὶ *δοκίμοις* κλητοῖς κρίσις ἀθανάτοιο θεοῖο. πρῶτα δὲ Ῥωμαίων ἀπαραίτητος χόλος ἔσται, αἱμοπότης καιρὸς καὶ δύστηνος βίος ἥξει. αἰσῖ σοι, Ἰταλὴ χώρη, μέγα βάρβαρον ἔθνος, οὐκ ἐνόησας, ὅθεν γυμνὴ καὶ ἀνάξιος ἦλθες πρὸς φάος ἠελίοιο, ἱν εἰς αὐτὸν πάλι χῶρον γυμνὴ χωρήσῃς καὶ ὕστερον ἐς κρίσιν ἔλθῃς ὡς ἀδίκως κρίνουσα . . . . . . . . . . . . . . . χερσὶ γιγαντείῃσι μόνη κατὰ κόσμον ἅπαντα ἐξ ὕψους Μοῦσα κατοικήσεις ὑπὸ γαῖαν. νάφθῃ κἀσφάλτῳ καὶ θείῳ καὶ πυρὶ πολλῷ ἐξαφανισθήσῃ καὶ ἔσῃ κόνις αἰώνεσσιν αἰθομένη· καὶ πᾶς ὁ βλέπων μυκηθμὸν ἀκούσει πένθιμον ἐξ Ἀίδαο μέγαν καὶ βρυγμὸν ὀδόντων καὶ ταῖς σαῖς παλάμαις ἄθεα στήθη παταγοῦσαν. πᾶσιν ὁμοῦ νύξ ἐστιν ἴση τοῖς πλοῦτον ἔχουσιν καὶ πτωχοῖς· γυμνοὶ δ᾿ ἀπὸ γῆς, γυμνοὶ πάλιν ἐς γῆν ἥξαντες λήγουσι βίου χρόνον ἐκτελέσαντες. οὐδεὶς δοῦλος ἐκεῖ, οὐ κύριος, οὐδὲ τύραννος, οὐ βασιλεῖς, οὐχ ἡγεμόνες μάλα τῦφον ἔχοντες, οὐ νομικὸς ῥήτωρ, οὐκ ἄρχων χρήμασι κρίνων· οὐ θυσιῶν σπονδαῖς ἐπὶ βωμοῖς αἷμα χέουσιν· τύμπανον οὐκ ἠχεῖ, οὐ κύμβαλον . . . . . . . . . οὐκ αὐλὸς πολύτρητος, ἔχοντα φρενοβλάβον αὐδήν, οὐ σκολιοῦ σύριγμα φέρον μίμημα δράκοντος, οὐ σάλπιγξ πολέμων ἀγγέλτρια βαρβαρόφωνος· οὐ κώμοις μεθύοντες άθέσμοις, οὐχὶ χορείαις· οὐ φθόγγος κιθάρης, οὐ μηχανίη κακοεργός· οὐκ ἔρις, οὐκ ὀργὴ πολυποίκιλος, οὐδὲ μάχαιρα ἔστι παρὰ φθιμένοις, ἀλλ’ αἰὼν κοινὸς ἅπασιν. κλειδοφύλαξ εἱρκτῆς μεγάλης ἐπὶ βῆμα θεοῖο. χρυσοῖς τε *ξοάνοισιν ἀργυρέοις λιθίνοισιν* ὡραῖαι γίνεσθε, ἵν᾿ ἔλθητ᾿ εἰς πικρὸν ἠμαρ σὴν πρώτην κόλασιν, Ῥώμη, καὶ βρυγμὸν κοὐκέτι σοι δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει οὐ Σύρος, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐκ ἔθνος ἄλλο. ἐκπορθηθήσῃ κἀκπραχθήσῃ ὅσ᾿ ἔπραξας, δώσεις τ' οἰμώξασα φόβῳ, μέχρι πάντ᾿ ἀποτίσεις· καὶ σὺ θρίαμβος ἔσῃ κόσμῳ καὶ ὄνειδος ἁπάντων. ἔκτοτε Λατίνων ἕκτη γενεὴ βασιλήων ὑστάτιον βίον ἐκτελέσει καὶ σκῆπτρα προλείψει. τῆς αὐτῆς γενεῆς ἕτερος βασιλεὺς βασιλεύσει, ὃς πάσης γαίης ἄρξει καὶ σκῆπτρα κρατήσει, ἄρξει δ᾿ αὐτοκέραστα θεοῦ βουλαῖσι παῖδες καὶ παίδων τούτου γενεὴ *ἀσαλεύτων*· ὣς γὰρ θέσφατόν ἐστι περιπλομένοιο χρόνοιο, ὁππόταν Αἰγύπτου βασιλεῖς τρὶς πέντε γένωνται. ἔνθεν ὅταν φοίνικος ἐπέλθῃ πενταχρόνοιο ἥξει πορθήσων λαῶν γένος, ἄκριτα φῦλα, Ἑβραίων ἔθνος. τότ᾿ Ἄρης Ἄρεα Ῥωμαίων ὑπέροπλον ἀπειλὴν αὐτὸς ὤλετο <γὰρ> Ῥώμης ἀρχὴ τότε τηλεθόωσα, ἀρχαίη πολέεσσι περικτιόνεσσιν ἄνασσα. οὐκέτι νικήσειε πέδον Ῥώμης ὁππόταν ἐξ Ἀσίης κρατέων ἔλθῃ σὺν Ἄρηι. ταῦτα δὲ πάντ᾿ ἔρξας ἥξει κρηπισθὲν ἐς ἄστυ. τρὶς δὲ τριηκοσίους καὶ τεσσαράκοντα καὶ ὀκτώ πληρώσεις λυκάβαντας, ὅταν σοι δύσμορος ἥξῃ μοῖρα βιαζομένη τεὸν οὔνομα πληρώσασα. οἴμοι ἐγὼ τριτάλαινα, πότ᾿ ὄψομαι ἠμαρ ἐκεῖνο *σεῖό ποτε* ῾Ρώμη, πᾶσιν δὲ μάλιστα Λατίνοις; κώμαζ᾿, εἰ βούλει σύ, τὸν ἐν κρυφίαισι λοχείαις Ἀσίδος ἐκ γαίης ἐπὶ Τρωικὸν ἅρμ᾿ ἐπιβάντα, θυμὸν ἔχοντ᾿ αἴθωνος. ὅταν δ᾿ ἰσθμὸν διακόψῃ παπταίνων, ἐπὶ πάντας ἰών, πέλαγος διαμείψας, καὶ τότε θῆρα μέγαν μετελεύσεται αἷμα κελαινόν. τὸν δὲ λέοντ᾿ ἐδίωξε κύων ὀλέκοντα νομῆας. σκῆπτρα δ᾿ ἀφαιρήσουσι καὶ εἰς Ἀίδαο περήσει. ἥξει καὶ ῾Ροδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον, καὶ Θήβῃσι κακή γε μένει μετόπισθεν ἅλωσις. Αἴγυπτος δ᾿ ἀπολεῖται ὑφ᾿ ἡγεμόνων κακότητος. [ὡς δὲ καὶ οἳ μετόπισθ᾿ ἔφυγον βροτοὶ αἰπὺν τρὶς μακαριστὸς ἔην καὶ τετράκις ὄλβιος ἀνήρ.] ἔσται καὶ ῾Ρώμη ῥύμη καὶ Δῆλος ἄδηλος καὶ Σάμος ἄμμος ———————ὕστερον *αὐ καὶ ἔπειτά γε τοὺς Πέρσας κακὸν ἀνθ᾿ ὑπερηφανίης, ἀπολεῖται ὕβρις ἅπασα. καὶ τότε <δ᾿> ἁγνὸς πάσης πάσης σκῆπτρα σκῆπτρα εἰς αἰῶνας ἅπαντας <ὁ> τοὺς φθιμένους τρεῖς Ῥώμῃ Ὕψιστος ἄγοι οἰκτρῇ τότε πάντες δ᾿ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται· ἀλλ᾿ οὐ μὴ πεισθῶσιν, ὅ κεν πολὺ λώιον εἴη. ἀλλ᾿ ὁπόταν δὴ πᾶσιν ἐπαυξήσῃ κακὸν ἠμαρ λιμοῦ καὶ λοιμοῦ δυσανασχέτου ἠδὲ κυδοιμοῦ, καὶ τότ᾿ ἔπειτ᾿ αὖτις κρείων ἔμπροσθεν ὁ τλήμων συγκαλέσας βουλὴν βουλεύσεται, ὡς ἀπολέσσει ξηρὰ μὲν ἀνθήσουσιν ὁμοῦ φύλλοισι φανέντα· οὐράνιον δ᾿ ἔδαφος δείξει* στερεᾷ ἐπὶ πέτρῃ ὄμβρον τε φλογμόν τε πολύπνοιάν τ᾿ ἐπὶ γαῖαν καὶ σπορίμων πληθὺν ἰῶν κατὰ γαῖαν ἅπασαν. ἀλλὰ πάλιν πράξουσιν ἀναιδέα θυμὸν ἔχοντες, οὐ μήνιμα θεοῦ δειδιότες οὐδ᾿ ἀνθρώπων, αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες, ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι ψεῦσται ἀπιστόφιλοι κακοπράγμονες οὐδὲν ἀληθεῖς πιστολέται εὑρεσσίλογοι δύσφημα χέοντες· οὐδὲ σφιν πλούτου κόρος ἔσσεται· ἀλλά τ᾿ ἀναιδῶς πλείονα συλλέξουσι· τυραννωθέντες ὀλοῦνται. ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα, *πολλὰ μὲν ἑξῆς ἄστρα*, καὶ ἀκτινόεντα ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος. μή ποτ᾿ ἐγὼ ζῴην, ὅτε ἡ μιαρὰ βασιλεύσει, ἀλλὰ τότ᾿, οὐρανίη ὅταν ἡ χάρις ἐμβασιλεύσῃ, καὶ ὁπόταν ἱερός ποτε παῖς *δολοφῶν* ἁπάντων ἐξολέσῃ δεσμοῖς ὀλοόφρονα βυσσὸν ἀνοίγων, αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψῃ. ἀλλ᾿ ὅταν ἡ δεκάτη γενεὴ δόμον Ἄιδος εἴσω, θηλυτέρης μετέπειτα μέγα κράτος· ᾑ κακὰ πολλά αὐξήσει θεὸς αὐτός, ὅταν βασιληίδα τιμήν στεμαμένη τετύχῃ· σύμπαν δ᾿ ἔτος *ἥπιος* αἰών. ἠέλιος μὲν] αὐχμηρὰ τρέχων νυκτερινὰ φαίνει, λείψει δ᾿ ἄστρα πόλον· πολλῇ δέ τε λαίλαπι θύων γαῖαν ἐρημώσει· νεκρῶν δ᾿ ἐπανάστασις ἔσται· καὶ χωλῶν δρόμος ὠκύτατος καὶ κωφὸς ἀκούσει καὶ τυφλοὶ βλέψουσι, λαλήσουσ’ οὐ λαλέοντες, καὶ κοινὸς πάντεσσι βίος καὶ πλοῦτος ἐσεῖται. γαῖα δ᾿ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς διαμεριζομένη καρπούς ποτε πλείονας οἴσει, πηγὰς δὲ γλυκεροῦ οἴνου λευκοῦ τε γάλακτος καὶ μέλιτος δώσει . . . . . . . . . . . καὶ *κρίσιν* ἀθανάτοιο θεοῦ . . . . . . . . ἀλλ᾿ ὅταν ἀλλάξῃ θεὸς καιροὺς . . . . . . . χεῖμα θέρος ποιῶν, τότε θέσφατα 〈πάντα τελεῖται>. ἀλλ’ ὅτε κόσμος ὄλωλεν . . . . . . . . . . . ῾Ιδρώσει δὲ χθών, κρίσεως σημεῖον ὅτ᾿ ἔσται. Ἥξει δ᾿ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων, Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα. Ὄψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι ΙΗσΟΥσΧΡΕΙ σΤΟσΘΕοΥΥΙΟσΣωΤΗΡ ludicii Signum tellus sudore madescet. E caelo rex adveniet per saecla futurus, Scilicet ut carnem praesens, ut iudicet orbem. Unde Deum cernent incredulus atque fidelis Υ Celsum cum sanctis aevi iam termino in ipso. Sic animae cum carne aderunt, quas iudicat ipse, Cum iacet incultus densis in vepribus orbis, Reicient simulacra viri, cunctam quoque gazam, Exuret terras ignis pontumque polumque Ι Inquirens taetri portas eflfringet Averni. Sanctorum sed enim cunctae lux libera carni Tradetur, sontes aeterna flamma cremabit. Occultos actus retegens tunc quisque loquetur Secreta, atque Deus reserabit pectora luci. Tunc erit et luctus, stridebunt dentibus omnes. Eripitur solis iubar et chorus interit astris. Volvetur caelum, lunaris splendor obibit; Deiciet colles, valles extollet ab imo. Non erit in rebus hominum sublime vel altum. Ι Iam aequantur campis montes et caerula ponti Omnia cessabunt, tellus confracta ’ibit: Sic pariter fontes torrentur fiuminaque igni. Sed tuba tum sonitum tristem demittet ab alto Orbe, gemens facinus miserum variosque labores, Τ j Tartareumque chaos monstrabit terra dehiscens. Et coram hie Domino reges sistentur ad unum. Reccidet e caelo ignisque et sulphuris amnis. Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο. Σαρκοφόρων δ᾿ ανδρῶν ψυχὰς ἐπὶ βήματι κρίνει, Χέρσος ὅταν ποτὲ κόσμος ὅλος καὶ ἄκανθα γένηται. Ῥίψουσιν δ᾿ εἴδωλα βροτοὶ καὶ πλοῦτον Ἐκκαύσει δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν Ἰχνεῦον, ῥήξει τε πύλας εἱρκτῆς Ἀίδαο. Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει Τῶν ἁγίων· ἀνόμους δὲ τὸ πῦρ αἰῶσιν ἐλέγξει. Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει· Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει. Θρῆνος δ᾿ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. Ἐκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι. Οὐρανὸν εἱλίξει· μήνης δέ τε φέγγος ὀλεῖται. ῾Υψώσει δὲ φάραγγας, ὀλεῖ δ᾿ ὑψώματα βουνῶν, Ὕψος δ᾿ οὐκέτι λυγρὸν ἐν ἀνθρώΠοισι φανεῖται. Ἶσα δ᾿ ὅρη πεδίοις ἔσται καὶ πᾶσα θάλασσα Οὐκέτι πλοῦν ἕξει. γῆ γὰρ φρυχθεῖσα τότ᾿ ἔσται Σὺν πηγαῖς, ποταμοί τε καχλάζοντες λείψουσιν. Σάλπιγξ δ’ οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει Ὠρύουσα μύσος μελέων καὶ πήματα κόσμου. Ταρτάρεον δὲ χάος δείξει τότε γαῖα Ἤξουσιν δ᾿ ἐπὶ βῆμα θεοῦ βασιλῆος ἅπαντες. ῾Ρεύσει δ᾿ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου. Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς, σφρηγὶς ἐπίσημος Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται, Ἀνδρῶν εὐσεβέων ζωή, πρόσκομμα δὲ κόσμου, ῾Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· ῾Ράβδος ποιμαίνουσα διδηρείη γε κρατήσει. Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν Σωτὴρ ἀθάνατος βασιλεύς, ὁ παθὼν ἕνεχ᾿ ἡμῶν. ὃν Μωσῆς ἐτύπωσε προτείνας ὠλένας νικῶν τὸν Ἀμαλὴκ πίστει, ἵνα λαὸς ἐπιγνῷ ἐκλεκτὸν παρὰ πατρὶ θεῷ καὶ τίμιον εἶναι τὴν ῥάβδον Δαυὶδ καὶ τὸν λίθον, ὅνπερ ὑπέστη, εἰς ὃν ὁ πιστεύσας ζωὴν αἰώνιον ἕξει. οὐδὲ γὰρ ἐν δόξῃ, ἀλλ’ ὡς βροτὸς εἰς κτίσιν οἰκτρὸς ἄτιμος ἄμορφος, ἴν οἰκτροῖς ἐλπίδα δώσει· καὶ φθαρτῇ σαρκὶ μορφὴν καὶ πίστιν ἀπίστοις οὐράνιον δώσει καὶ μορφώσει τὸν ἀπ᾿ ἀρχῆς ἄνθρωπον πλασθέντα θεοῦ παλάμαις ἁγίαισιν, ὅν τ᾿ ἐπλάνησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε, ὥστε θεὸν προλιπόντα λατρεύειν ἤθεσι θνητοῖς. αὐτὸν γὰρ πρώτιστα λαβὼν σύμβουλον ἀπ᾿ ἀρχῆς εἶπεν ὁ παντοκράτωρ· ποιήσωμεν, τέκνον, ἄμφω εἰκόνος ἡμετέρης ἀπομαξάμενοι βροτὰ φῦλα· νῦν μὲν ἐγὼ χερσίν, σὺ δ᾿ ἔπειτα λόγῳ θεραπεύσεις μορφὴν ἡμετέρην, ἴνα κοινὸν ἀνάστεμα δῶμεν. γνώμης οὖν ταύτης μεμνημένος ἐς κτίσιν ἥξει ἀντίτυπον μίμημα φέρων εἰς παρθένον ἁγνήν, ὕδατι φωτίζων διὰ πρεσβυτέρων ἅμα χειρῶν, πάντα λόγῳ πράσσων, πᾶσαν δὲ νόσον θεραπεύων. τοὺς ἀνέμους παύσειε λόγῳ, στορέσει δὲ θάλασσαν μαινομένην ποσὶν εἰρήνης πίστει τε πατήσας. ἐκ δ’ ἄρτων ἅμα πέντε καὶ ἰχθύος εἰναλίοιο ἀνδρῶν χιλιάδας ἐν ἐρήμῳ πέντε κορέσσει, καὶ τὰ περισσεύοντα λαβὼν τότε κλάσματα πάντα δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν. καὶ καλέσει ψυχὰς μακάρων, οἰκτροὺς δ᾿ ἀγαπήσει, οἳ καλὸν ἀντὶ κακοῦ χλευαζόμενοι πρήξουσιν τυπτόμενοι μαστιζόμενοι πενίην ποθέοντες. πάντα νοῶν καὶ πάντα βλέπων καὶ παντ᾿ ἐπακούων σπλάγχνα κατοπτεύσει καὶ γυμνώσει πρὸς ἔλεγχον· αὐτὸς γὰρ πάντων ἀκοὴ καὶ νοῦς καὶ ὅρασις καὶ λόγος ὁ κτίζων μορφάς, ᾧ πάνθ᾿ ὑπακούει, καὶ νέκυας σῴζων, πᾶσαν δὲ νόσον εἰς ἀνόμων χεῖρας καὶ ἀπίστων ὕστερον ἥξει, δώσουσιν δὲ θεῷ ῥαπίσματα χερσὶν ἀνάγνοις καὶ στόμασιν μιαροῖς ἐμπτύσματα φαρμακόεντα δώσει δ᾿ εἰς μάστιγας ἀναπλώσας τότε νῶτον· [αὐτὸς γὰρ κόσμῳ παραδώσει παρθένον καὶ κολαφιζόμενος σιγήσει, μή τις ἐπιγνῷ, τίς τίνος ὢν πόθεν ἠλθεν, ἴνα φθιμένοισι λαλήσει. καὶ στέφανον φορέσει τὸν ἀκάνθινον· ἐκ γὰρ ἀκανθῶν τὸ στέφος ἐκλεκτῶν αἰώνιόν ἐστιν ἄγαλμα. πλευρὰς νύξουσιν καλάμῳ διὰ τὸν νόμον αὐτῶν· ἐκ καλάμων γὰρ σειομένων ὑπὸ πνεύματος *ἄλλου* πρὸς κρίματα *ψυχῆς* ἐτράφη ὀργῆς καὶ ἀλλ’ ὅτε ταῦτά γε πάντα τελειωθῇ ἅπερ εἶπον, εἰς αὐτὸν τότε πᾶς λύεται νόμος, ὅστις ἀπ᾿ ἀρχῆς δόγμασιν ἀνθρώποις ἐδόθη διὰ λαὸν ἀπειθῆ. ἐκπετάσει χεῖρας καὶ κόσμον ἅπαντα μετρήσει. εἰς δὲ τὸ βρῶμα χολὴν καὶ πιεῖν ὄξος ἔδωκαν· τῆς ἀφιλοξενίης ταύτην δείξουσι τράπεζαν. ναοῦ δὲ σχισθῇ τὸ πέτασμα καὶ ἤματι μέσσῳ νὺξ ἔσται σκοτόεσσα πελώριος ἐν τρισὶν ὥραις. οὐκέτι γὰρ κρυφίῳ τε νόμῳ ναῷ τε λατρεύειν φαντασίαις κόσμου κεκαλυμμένον αὐτις ἐδείχθη αὐθέντου καταβάντος ἐπὶ χθονὸς ἀέναοιο. ἥξει δ᾿ εἰς Ἀίδην ἀγγέλλων ἐλπίδα πᾶσιν τοῖς ἁγίοις, τέλος αἰώνων καὶ ἔσχατον ἠμαρ, καὶ θανάτου μοῖραν τελέσει τρίτον ἠμαρ ὑπνώσας· καὶ τότ᾿ ἀπὸ φθιμένων ἀναλύσας εἰς φάος ἥξει πρῶτος ἀναστάσεως κλητοῖς ἀρχὴν ὑποδείξας, ἀθανάτου πηγῆς ἀπολουσάμενος ὑδάτεσσιν τὰς πρότερον κακίας, ἵνα γεννηθέντες ἄνωθεν μηκέτι δουλεύσωσιν ἀθέσμοις ἤθεσι κόσμου. πρῶτα δὲ τοῖς ἰδίοις φανερῶς τότε κύριος ὀφθῇ σάρκινος, ὡς πάρος ἠν, χερσίν τε ποσίν τ᾿ ἐπιδείξει τέσσαρα τοῖς ἰδίοις ἴχνη πηχθέντα μέλεσσιν, ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον· τόσσαι γὰρ κόσμου βασιληίδες ἐκτελέσουσιν πρᾶξιν τὴν ἀθέμιστον ἐπίψογον εἰς τύπον ἡμῶν. χαῖρ᾿, ἁγνὴ θύγατερ Σιών, ⏔πολλὰ αὐτός σου βασιλεὺς ἐπιβὰς ἐπὶ πῶλον ἐσάγει *πρᾶος πᾶσι φανείς, ἴνα τὸ(ν) ζυγὸν δοῦλον δυσβάστακτον ἐπ᾿ αὐχένι κείμενον ἄρῃ καὶ θεσμοὺς ἀθέους λύσῃ δεσμούς τε βιαίους. αὐτόν σου γίνωσκε θεὸν θεοῦ υἱὸν ἐόντα· τοῦτον δοξάζουσα καὶ ἐν στέρνοισιν ἔχουσα ἐκ ψυχῆς ἀγάπα καὶ τοὔνομα βάστασον αὐτοῦ. τοὺς προτέρους δ’ ἀπόθου καὶ λοῦσον ἀφ᾿ αἵματος αὐτοῦ· οὐ γὰρ σαῖς οἴμαις ἱλάσκεται οὐδὲ λιταῖσιν, οὐ θυσίαις προσέχει φθαρταῖς ἄφθαρτος ὑπάρχων· *ἀλλ᾿ ὕμνον στομάτων συνετῶν τότε γνῶθι, τίς ἔσθ᾿ οὗτος, καὶ τὸν γενετῆρα τότ᾿ ὄφει. χηρεύσει τότε πάντα χρονῳ στοιχεῖα τα κοσμου, ἀὴρ γαῖα θάλασσα φάος πυρὸς αἰθομένοιο· καὶ πόλος οὐράνιος καὶ νὺξ καὶ ἤματα πάντα εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον. ἄστρα γὰρ οὐρανόθεν φωστήρων πάντα πεσεῖται. κοὐκέτι δὴ πτήσονται ἐπ᾿ ἀέρος εὔπτεροι ὄρνεις οὐδὲ βάσις γαίης· θῆρες γὰρ ἅπαντες ὀλοῦνται. κοὐκ ἀνδρῶν φωναί, οὐ θηρῶν, οὐ πετεηνῶν. κοσμος ατακτος ἐων ου χρησιμον ηχον ακουσει· ἠχήσει δὲ βαθὺς πόντος μέγαν ἦχον ἀπειλῆς ζῷά τε νηκτὰ τρέμοντα θαλάσσης πάντα θανεῖται· καὶ ναῦς φόρτον ἔχουσ΄ ἐπὶ κύμασιν οὐκέτι πλεύσει. μυκήσει δὲ χθὼν αἱμασσομένη πολέμοισιν· πᾶσαι δ᾿ ἀνθρώπων ψυχαὶ βρύξουσιν ὀδοῦσιν τῶν ἀνόμων *ψυχῶν* ὀλολυγμοῖσίν τε φόβῳ τηκόμεναι δίψει λιμῷ λοιμῷ τε φόνοις τε καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετ᾿ ἀπ᾿ αὐτῶν· οὐκέτι γὰρ θάνατος κείνους, οὐ νὺξ ἀναπαύσει· πολλὰ δ᾿ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα, καὶ τότ᾿ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπ᾿ αὐτῶν. ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματ᾿ ἔδωκεν ἀνδράσι πλαζομένοις διὰ χειρῶν παρθένου ἁγνῆς. αὐτός μοι τάδε πάντα θεὸς νόῳ ἐγκατέδειξεν καὶ δι᾿ ἐμοῦ στόματος τὰ λελεγμένα πάντα τελέσσει· Οἶδα δ᾿ ἐγὼ ψάμμου τ᾿ ἀριθμὸν καὶ μέτρα θαλάσσης, οἶδα μυχοὺς γαίης καὶ Τάρταρον ἠερόεντα, οἶδ᾿ ἀριθμοὺς ἄστρων καὶ δένδρεα καὶ πόσα φῦλα τετραπόδων νηκτῶν τε καὶ ὀρνίθων πετεηνῶν καὶ μερόπων ὄντων τε καὶ ἐσσομένων νεκύων τε· αὐτὸς γὰρ μορφὰς καὶ νοῦν ἀνδρῶν ἐτύπωσα, καὶ λόγον ὀρθὸν ἔδωκα ἐπιστήμην τ᾿ ἐδίδαξα, ὀφθαλμοὺς ὁ πλάσας καὶ ὦτα, βλέπων καὶ ἀκούων καὶ πᾶν ἐνθύμημα νοῶν καὶ πᾶσι συνίστωρ ἐντὸς ἐὼν σιγῶ καὶ ὕστερον αὐτὸς ἐλέγξω κἀκπράξων ⏔ὅσσα λαθών γε βροτῶν τις *ἐλθὼν καὶ* ἐπὶ βῆμα θεοῦ θνητοῖσι καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω καὶ πόσον ἐστὶ τὸ πᾶν ἀπὸ γῆς εἰς οὐρανὸν ὕψος, ἀρχὴν καὶ τέλος οἶδα, ὃς οὐρανὸν ἔκτισα καὶ γῆν. πάντα γὰρ ἐξ αὐτοῦ, τὰ ἀπ᾿ ἀρχῆς εἰς τέλος οἶδε.] μοῦνος γὰρ θεός εἰμι καὶ οὐκ ἔστιν θεὸς ἄλλος. εἰκόνα θεσπίζουσιν ἐμὴν πλασθεῖσαν ἀφ’ ὕλης, χερσί τε μορφώσαντες ἑαῖς εἴδωλον ἄναυδον δοξάζουσι λιταῖς καὶ θρησκείῃσιν ἀνάγνοις. τὸν κτίστην προλιπόντες ἀσελγείαις ἐλάτρευσαν *πάντες δ’ αὐτοῦ* ἔχοντες ἀχρήστοις δῶρα *καὶ ὡς ἐμὰς* τιμὰς τάδε χρήσιμα πάντα θοίνῃ κνισσοῦντες, ὡς τοῖς ἰδίοις νεκύεσσιν. σάρκας γὰρ καίουσι καὶ ὀστέα μυελόεντα θύοντες βωμοῖς καὶ δαίμοσιν αἷμα χέουσιν καὶ λύχνους ἅπτουσιν ἐμοὶ τῷ φῶτα διδόντι, χὡς διψῶντι θεῷ θνητοὶ σπένδουσι τὸν οἶνον εἰς οὐδὲν μεθύοντες ἐπ᾿ εἰδώλοισιν ἀχρήστοις. οὐ χρῄζω θυσίης ἢ σπονδῆς ὑμετέρηφιν, οὐ κνίσσης μιαρῆς, οὐχ αἵματος ἐχθίστοιο. ταῦτα γὰρ ἐς μνήμην βασιλήων ἠδὲ τυράννων δαίμοσι ποιήσουσι νεκροῖς, ὡς οὐρανίοισιν, θρησκείαν ἄθεον καὶ ὀλέθριον ἐκτελέοντες. καὶ καλέουσι θεοὺς ἄθεοι τὰς εἰκόνας αὐτῶν τὸν κτίστην προλιπόντες, ἀπ᾿ αὐτῶν ἐλπίδα πᾶσαν καὶ ζωὴν νομίσαντες ἔχειν, κωφοῖς καὶ ἀναύδοις ἐς τὸ κακὸν πιστοὶ ἀγαθὸν τέλος ἀγνοιοῦσιν. αὐτὸς ὁδοὺς προέθηκα δύο, ζωῆς θανάτου τε, καὶ γνώμῃ προέθηκ᾿ ἀγαθὴν ζωὴν προελέσθαι· αὐτοὶ δ᾿ ἐς θάνατον καὶ πῦρ αἰώνιον ᾖξαν. εἰκών ἐστ᾿ ἄνθρωπος ἐμὴ λόγον ὀρθὸν ἔχουσα τούτῳ θὲς καθαρὰν καὶ ἀναίμακτον σὺ τράπεζαν πληρώσας ἀγαθῶν καὶ δὸς πεινῶντι τὸν ἄρτον καὶ διψῶντι ποτὸν καὶ εἵματα σώματι γυμνῷ ἐκ μόχθων ἰδίων πορίσας ἁγναῖς παλάμῃσιν. θλιβόμενον κτῆσαι καὶ τῷ κάμνοντι παράστα καὶ ζῶσαν θυσίαν ἐμοὶ τῷ ζῶντι πόριζε, σπείρων νῦν ἐς ὕδωρ, ἴνα σοι κἀγώ ποτε δώσω καρποὺς ἀθανάτους, καὶ φῶς αἰώνιον ἕξεις καὶ ζωὴν ἀμάραντον, ὅταν πυρὶ πάντας ἐλέγξω. χωνεύσω γὰρ ἅπαντα καὶ εἰς καθαρὸν διαλέξω, οὐρανὸν εἱλίξω, γαίης κευθμῶνας ἀνοίξω, καὶ τότ᾿ ἀναστήσω νεκροὺς μοῖραν ἀναλύσας καὶ θανάτου κέντρον, καὶ ὕστερον εἰς κρίσιν ἥξω κρίνων εὐσεβέων καὶ δυσσεβέων βίον ἀνδρῶν· καὶ κριὸν κριῷ καὶ ποιμένι ποιμένα θήσω καὶ μόσχον μόσχῳ πέλας ἀλλήλων ἐς ἔλεγχον· οἵτινες ὑψώθησαν ἐλεγχόμενοι ὑπ᾿ ἐλέγχῳ καὶ στόμα παντὸς ἔφραξαν, ἵν᾿ αὐτοὶ ζηλώσαντες τοὺς ὁσίως πράσσοντας ἴσως καταδουλώσουσιν σιγᾶν προστάσσοντες, ἐπειγόμενοι διὰ κέρδος. *καὶ δόκιμοι παρ᾿ ἐμοὶ τότε χωρήσουσιν κοὐκέτι λοιπὸν ἐρεῖς λυπούμενος, αὐριον ἔσται, οὐκ ,ἐχθὲς γένονεν᾿· οὐκ ἤματα πολλὰ οὐκ ἔαρ, οὐ χειμῶν’, οὔτ᾿ ἂρ θέρος, οὐ μετόπωρον, οὐ δύσιν ἀντολίην· ποιήσω γὰρ μακρὸν ἦμαρ. εἰς δ᾿ αἰῶνα τὸ φῶς ⏔—πεποθημένον αὐτογένητος, ἄχραντος, ἀένναος ἀίδιός τε. *οὐρανοῦχος ἰσχύι μετρῶν *πυρόεσσαν αὐτμήν καὶ πατάγου σκῆπτρον κατέχει σὺν ἀπηνέι πυρσῷ, πρηΰνει τε βαρυκτυπέων δουπήματα βροντῶν, γῆν κλονέων κατέχει ῥοιςήματα . . . . . . κἀστεροπῶν μάστιγας ἀπαμβλύνει πυροφεγγεῖς ὄμβρων δ᾿ ἄσπετα χεύματ᾿ ἔχει ῥιπάς τε χαλάζης κρυμαλέης νεφελῶν τε βολὰς καὶ χείματος ὁρμάς. αὐτοὶ μὲν γὰρ ἕκαστα νόῳ διατεκμαίρονται, ὅσσα περ αὐτῷ σοι δοκέει πρήσσειν τ᾿ ἐπινεύεις. *σῷ παιδὲ πρὸ κτίσεως πάσης στέρνοις ἴσοισι πεφυκώς* σύμβουλος, πλάστης μερόπων κτίστης τε βίοιο. ὃν πρώτῃ στόματος γλυκερῇ προσφθέγξαο φωνῇ· ,ποιήσωμεν ἰδοὺ πανομοίιν ἀνέρα μορφῇ ἡμετέρῃ καὶ δῶμεν ἔχειν ζωαρκέα πνοιήν· ᾧ θνητῷ περ ἐόντι τὰ κοσμικὰ πάντα λατρεύσει καὶ χοικῷ πλασθέντι τὰ πάνθ ὑποτάξομεν αὐτφ᾿. ταῦτα δ᾿ ἔφησθα Λόγῳ, τῇ σῇ φρενὶ πάντα δ᾿ ἐτύχθη· πάντα δ᾿ ὁμοῦ στὀιχεῖα κελεύσματι πείθετο τῷ σῷ, καὶ κτίσις ἀίδιος συνετάσσετο πλάσματι θνητῷ. οὐρανὸς ἀὴρ πῦρ χθὼν γῆ καὶ χεῦμα θαλάσσης, ἠέλιος μήνη, χορὸς ἄστρων *οὔρεα . . εὐφρόνη ἡμέρη ὕπνος ἔγερσις πνεῦμα καὶ ὁρμή, ψυχὴ καὶ σύνεσις, τέχνη φωνή τε καὶ ἀλκή ζῴων τ΄ ἄγρια φῦλα τὰ νηκτῶν καὶ πετεηνῶν πεζῶν τ΄ ἀμφιβίων τε καὶ ἑρπυστῶν δ· ιφυῶν τε· πάντα γὰρ αὐτός σοι συνετάσσετο σῇ ὑπ᾿ ἀγωγῇ. ὑστατίοις τε χρόνοις χθόν᾿ ἀμείψατο καὶ βραχὺς ἐλών παρθένου ἐκ Μαρίας λαγόνων ἀνέτειλε νέον φῶς, οὐρανόθεν δὲ μολὼν βροτέην ἐνεδύσατο μορφήν. πρῶτα μὲν οὖν Γαβριὴλ σθεναρὸν δέμας ἁγνὸν ἐδείχθη· δεύτερα καὶ κούρην ἀρχάγγελος ἔννεπε φωνῇ· δέξαι ἀχράντοισι θεὸν σοῖς, παρθένε, κόλποις᾿. ὣς εἰπὼν ἔμπνευσε θεὸς χάριν *ἠδ᾿ αἰεὶ* τὴν δ᾿ ἄρα τάρβος ὁμοῦ θάμβος θ’ ἕλεν εἰσαΐουσαν, στῆ δ᾿ ἄρ’ ὑποτρομέουσα· νόος δέ οἱ ἐπτοίητο παλλομένης κραδίης ὑπ᾿ ἀγνώστοισιν ἀκουαῖς. αὖτις δ᾿ εὐφράνθη καὶ ἰάνθη κέαρ αὐδῇ, κουρίδιον δ᾿ ἐγέλασσεν, ἑὴν δ᾿ ἐρύθηνε παρειήν χάρματι τερπομένη καὶ θελγομένη φρένας αἰδοῖ, καὶ οἱ θάρσος ἐπῆλθεν. ἔπος δ’ εἰσέπτατο νηδύν, σαρκωθὲν δὲ χρόνῳ καὶ γαστέρι ζῳογονηθέν ἐπλάσθη βροτέην ἰδέην καὶ κοῦρος ἐτύχθη παρθενικοῖς τοκετοῖς· τόδε γὰρ μέγα θαῦμα βροτοῖσιν, ἀλλ᾿ οὐδὲν μέγα θαῦμα θεῷ πατρὶ καὶ θεῷ υἱῷ. τικτόμενον δὲ βρέφος ποτὶ δ᾿ ἔπτατο γηθοσύνη χθών, οὐράνιος δ᾿ ἐγέλασσε θρόνος καὶ ἀγάλλετο κόσμος. καινοφαὴς δὲ μάγοισι σεβάσθη θέσφατος ἀστήρ, σπειρωθὲν δὲ βρέφος δείχθη θεοπειθέσι φάτνῃ βουπελάταις τε καὶ αἰγονόμοις καὶ ποιμέσιν ἀρνῶν· καὶ Λόγου ἡ Βηθλεὲμ πατρὶς θεόκλητος ἐλέχθη. ἐν κραδίῃ τε ταπεινοφρονεῖν, πικρὰ τέρματα μισεῖν καὶ πάντων ἀγαπᾶν τὸν πλησίον ὥσπερ ἑαυτόν· καὶ θεὸν ἐκ ψυχῆς φιλέειν, αὐτῷ δὲ λατρεύειν. τοὔνεκ᾿ ἄρ᾿ ἡμεῖς καὶ ὁσίης Χριστοῖο οὐρανίης πεφυῶτες ἐπικλεόμεσθα σύναιμοι μνῆστιν ἐυφροσύνης ἐπὶ θρησκείῃσιν ἔχοντες, εὐσεβίης τε καὶ ἀτρεκίης βαίνοντες ἀταρπούς. οὔποτε πρὸς νηῶν ἀδύτοις ἐώμεσθα πελάζειν, οὐ ξοάνοις σπένδειν, οὐδ᾿ εὐχωλῇσι γεραίρειν, οὐδ᾿ ὀδμαῖς ἀνθῶν πολυτερπέσιν οὐδὲ μὲν αὐγαῖς λαμπτήρων, ἀτὰρ οὐδ᾿ *ἄρα τοὺς* ἀναθήμασι οὐ λιβάνου ἀτμοῖσιν ἀνιεῖσιν φλόγα *βωμόν*· οὐδ᾿ ἐπὶ ταυροθύτοις μηλόσφαρα αἵματα λοιβαῖς λυτροχαρεῖς πέμπειν, χθονίας μειλίγματα ποινῆς· οὐδ᾿ ἀπὸ σαρκοβόροιο πυρῆς κνισσώδεϊ καπνῷ καὶ μιαραῖς πνοιῇσι μιαίνειν αἰθέρος αὐγήν· ἀλλ’ ἁγναῖς πραπίδεσσι γεγηθότες εὔφρονι θυμῷ ἀφνειαῖς τ᾿ ἀγάπῃσι καὶ εὐδώροις παλάμῃσιν μειλιχίοις ψαλμοῖσι θεοπρεπέεσσί τε μολπαῖς ἄφθιτον ἐξυμνεῖν σε καὶ ἄψευστον κελόμεσθα, παγγενετῆρα θεόν, πινυτόφρονα . . . . . . . . .