Ancient Greek
570.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 570.1
Unproofread scanNot analysed yet
α'. Περί παιδίου τροφῆς. Τῷ νεογενεῖ παιδίῳ κατὰ ἀρχὰς ἡ τροφὸς διαιτάσθω, σόνοις τε 1 καὶ σιτίοις τοῖς ἀρμότλουσιν εὐγαλακτοτάτην ἑαυτὴν παρασκευάζουσα. Πονεῖτω μὲν οὖν εἰς τοὺς ἐναντίους τόπους βαδίζουσα καὶ 2 ὑφαίνουσα καὶ πλίσσουσα καὶ κᾶθ᾽ ἱμῶσα · σιτείσθω δὲ πλισάνης 5 τε χυλὸν καὶ ἔτνην πισῶν τε καὶ δολίχων, καὶ ἰχθύς τοὺς μὴ ἡητώδεις καὶ σκληροσάρχους, μηδὲ λιμναίους, καὶ ὄρνιθας καὶ ἄπαλὰ χρή. Καὶ οἶνον γλυκὺν καὶ εὐώδη πινέτω, τυρῶν δέ, τραγυμάτων, 3 καὶ τῶν ἄλλων λαχάνων ἀπεχέσθω, ἑριδανῖνας δὲ ἐσθιέτω μόνας · ἀγαθαὶ γάρ εἰσιν εἰς εὐχυμίαν, καὶ εἰς ὕπνον ἄγουσι τὰ παιδία. 10 Λαμβάνοι δὲ ἂν καλῶς καὶ φοινίκων · διουρητικοὶ γάρ ὄντες καθαί- 4 ρουσι τὸ αἷμα καὶ χρησίον τὸ γάλα παρασκευάζουσι. Πονηρότατα 5 δὲ μίνθη καὶ ὠκίμον, φθεῖροντα τὸ γάλα · καὶ τῶν ἀφροδισίων δὲ παντελῶς εἰργέσθωσαν · καὶ γὰρ τοῦτο φθεῖρει τὸ γάλα μάλιστα