Ancient Greek
571.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 571.1
Unproofread scanNot analysed yet
Eis δὲ τὸ πλῆθος τοῦ γάλακτος συντελεῖ μὲν πλῆν πάντων ὁ κῦτισος ὡμὸς τε ἐσθιόμενος, καὶ ἔφθος μετὰ πλισάνης· σὺν γὰρ τῷ πλήθει καὶ ἡδὺ τὸ γάλα ποιεῖ· συντελεῖ δὲ καὶ ἡ τοῦ ἀνύθου κόμη χλωρά, καὶ τοῦ μαράθρου αἱ ρίζαι παραπλησίως, καὶ τὸ εὐζωμον, σέλινον τε καὶ σμύρνιον καὶ ἔρεσινθοι· κατασπῶσι δὲ γάλα καὶ ἀνεμώναι προστιθέμεναι. —Τὸ δὲ ἄριστον γάλα τοῦ μοχθηροῦ δύναται τις διακρίνειν οὕτως· τὸ μὲν γὰρ ἄριστον καὶ τῇ ὀσμῇ καὶ τῇ γεύσει προσηνὲς καὶ ἡδὺ σου φανήσεται, καὶ λευκὸν καὶ κατὰ σύστασιν ὁμαλῶς τε καὶ μέσως ἔχον παχύτητα καὶ ὑγρότητα· μοχθηρὸν δὲ τὰ ἐναντία τούτων κεκτημένον. —Ταῦτα μὲν πρὸς τὴν τροφήν· τοῦ δὲ παιδίου καὶ τῶν ἄλλων τροφῶν οἷον τε ὄντος ἤδη προσφέρεσθαι, μηδαμῶς ταῖς προθυμίαις ἐμποδῶν γίνεσθαι, φυσικῶς ὁρμῶντος ἐπὶ τὰ γυμνάσια καὶ τροφάς· οὐ γὰρ ἐσται πλησμονὴ πλείονος τοῦ αἵματος εἰς τὴν αὔξησιν ἀπαναλισκομένου. Φροντίζειν μὲν τοῦ καιροῦ τῆς τροφῆς καὶ πᾶν προσήκει, κωλύειν δὲ πρὸ τῶν τρίψεων καὶ τοῦ λουτροῦ σιτεῖσθαι.