Ancient Greek
572.9
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 572.9
Unproofread scanNot analysed yet
Ἔσθιέτω δὲ ἕκαστος τὰ εἰωθότα, καὶ ὧν εὐπορεῖν οἷός τε, μόνου χρῆσθαι, καὶ προσ[φορᾶς] ἐλάττονος καὶ σώματος ὑδαροῦ λαμβάνειν. Εἰ δὴ ἡ τροφὴ πεφθεῖν καλῶς καὶ ἡ γαστὴρ μὴ διαχωρήσῃ μετὰ βαρέος καὶ δυσκινητοῦ σώματος, ἐνυπάρχοι δὲ καὶ ὀννος τις τῆς γνώμης, καὶ ὑπνώδης εἴη, γινώσκειν χρὴ πλῆσμονὴν εἶναι κατὰ τὰς φλέβας · ὑπερεμπιπλάμεναι γὰρ πνευματοῦνται καὶ τεῖνονται καὶ ἐμφράττονται, καὶ ὡστε καὶ ῥήγνυνται, καὶ τὰ ἄλλα τὰ μεγάλιστα καὶ ἀλεῖστλα τῶν νοσημάτων ὑπὸ τῆς πλῆθώρας ἀποτελεῖται · διόπερ ὅταν διὰ τὴν πλῆσμονὴν κοπώδης καὶ ἡ αἴσθησις γένηται, μέχρι μὲν τῆς πέψεως τῶν ἐν γαστρὶ σιτίων ἡσυχάζειν, μετὰ δὲ τοῦτο γυμνασίois ἐπαναλίσκειν τὴν ὑποτραφεῖσαν πλῆθώραν · τοῦτο γὰρ ἐστὶ τὸ παρὰ τῶν ἀρχαίων εἰρημένον · κόπω κόπον λύειν.