Ancient Greek
574.3
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 574.3
Unproofread scanNot analysed yet
γ'. Περὶ τῶν διαφθειρόντων τὰ σιτία. Ὅταν δὲ ἡ γαστὴρ διαφθεῖρῃ τὰ σιτία, ψάραχρῆμα μὲν ὑπέλ- θόντων τῶν διαφθειρόντων οὐδὲν ἐπακολουθήσει δύσκολον · μὴ διαχωρούντων δὲ τοῖς πρῶτοις ἐρεθίζειν τῷ τε Διοσπολιτικῷ τῷ τὸ νίτρον ἴσον τοῖς ἄλλοις ἔχοντι, καὶ τῷ διὰ τῶν ἰσχάδων, καὶ τοῦ 2 κυνίχου καὶ τοῖς ὁμοίοις. Τοῖς δὲ συνεχῶς φθεῖρουσι τὰς τροφὰς συμφέρει πρὸ τροφῆς ἐμὲν οἴνου γλυκέος πίνοντας, καὶ φεύγειν 5 μὲν τὰς κυνισώδεις καὶ βρομαώδεις προσφοράς, καὶ πᾶσας τὰς εὐ- 3 φθάρτους, αἱρεῖσθαι δὲ τὰς εὐχίμους. Καὶ τὴν γαστέραν δὲ ὑπάγειν ἐκ διαλειμμάτων συμφέρει τοῖς μετρίως κενούσιν, ὁποῖόν ἐστιν ἡ πικρὰ φάρμακον · συγχωρήσας γὰρ τις ἀθροίζεσθαι τὴν πακοχυμίαν, δυσιάτοις ἢ ἀνιάτοις ἀλώσεται παθήμασι, ποδάγρα καὶ, 10 ἀρθρίτιδι καὶ νεφρίτιδι, πολλάκις δὲ καὶ ὀξεῖ νόσηματι περιπεσείται.