Ancient Greek
578.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 578.1
Unproofread scanNot analysed yet
δυσίατα καὶ ἀνίατα συνίσταται πάθη κατὰ ἄρθρα καὶ νεῦρα καὶ σπλάγχνα. 5. Περὶ πυκνώσεως τοῦ σώματος. Πυκνωθέντος δὲ τοῦ σώματος διὰ ψύξιν ἢ λουτρὸν σιλυπτηριώδες, γνωρισεῖς μὲν τὴν διάθεσιν ἐξ ἀχροίας λευκῆς καὶ σκληρότητος τοῦ δέρματος κἂν τοῦ μὴ ῥαδίως ἐνθερμαίνεσθαι, μηδὲ τοὺς ἐξ ἔθους ἰδρώτας προχεῖσθαι. Θεραπεύσεις δὲ θερμαίνων γυμνασίοις τε καὶ λουτροῖς καὶ κυλινδεῖσθαι ποιῶν ἐπὶ λίθου τινὸς ἐν τῷ λουτρῷ, τῶν χαλαστικῶν ἐλαίων ἑνὸς ἐπιχυθέντος αὐτῷ· μηδὲ ψυχρόν ἄγαν ἔστω τὸ ὕδωρ τὸ ἐν τῷ ψυχροδόχῳ, μηδὲ ὅλως ἐγχρονιζέτω κατὰ αὐτό. Μέλλων δὲ ἐνδύεσθαι, γλυκεῖ καὶ λεπτομερεῖ καὶ παλαιῷ τῷ ἐλαίῳ χρείεσθω· κάλλιστον δέ ἐστι τὸ ἀνήθινον καὶ μάλιστα ἐκ χλωροῦ γεγοὺνὸς ἀνήθου. Χρησιμώτατον δὲ ταῖς πυκνώσεσι τοῦ δέρματος, ὥσπερ καὶ τοῖς ἰσχυροῖς κόποις, τὸ διὰ τῆς αἰγείρου ἄκοπον.