Ancient Greek
578.4
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 578.4
Unproofread scanNot analysed yet
10. ἐνδύεσθαι e Gal. ; λούεσθαι Codd. §'. Περὶ τῶν ἐπὶ σιτίοις γυμνασίων καὶ λουτρῶν βλαπτόντων. 1 Ἐπὶ πλήθει σιτίων γυμναζομένοις πολλοῖς βλάβαι παρακολουθοῦσιν οὐ σμικραί, κεφαλῆς τε πληρουμένης καὶ ἐμφραττομένου τοῦ ἥπατος· εὐθὺς οὖν θεραπεύσεις τὴν μὲν κεφαλὴν διὰ τῶν περιπάτῶν, μετὰ τροφὴν μὲν τῶν βραδυτάτων, πρὸ τροφῆς δὲ διὰ τῶν ἐπικαὶς συντονωτέρων· τὸ δὲ ἧπαρ διὰ τῶν ἐμφραττόντων. Καλλισίων δὲ ἐστὶ τὸ ὀξύμελι, καὶ τὸ ἀπλούστερον διὰ τριῶν πιπέρων. Πίνειν δὲ ἀψυθίου κόμης ἀπόβρεγμα, καὶ τὸ διὰ αὐτοῦ καὶ ἀννήσου, καὶ τῶν πικρῶν ἀμυγδαλῶν διὰ ὀξυμελίτος, πρὸ λουτροῦ κατειργασμένων τῶν ἐν γαστρί, καὶ τὸ διὰ καλαμίνθου δὲ λαμβάνειν, ὁμοίως διὰ ὀξυμελίτος, φυλαττόμενον αὐτοῦ τὴν συνεχῆ χρῆσιν τῶν πικροχόλων. Πάντων δὲ ἀπέχεσθαι δεῖ τῶν παχυχύμων τε καὶ γλίσχρων ἐδεσμάτων, μέχρις ἂν παύσῃ τὸ σύμπτωμα, τοῖς δὲ λεπλύνουσι χρῆσθαι.